[ ] Lyd. — Sardis (Sart) — ca. 200-150 BC (after 188?) — P. Gauthier, Nouvelles Inscriptions II (1989) 113, 4 — SEG 43.862 (cf.)
A.1 — — —#⁷— — —c.14-15— — —Κ̣ΑΘ․․Α̣Σ̣ [ἀπ]αγγελο[ῦ]-
[σιν ὑ]μῖν καὶ οἱ πρεσβευταὶ περὶ τῶν αὐτῶν· ἔρρωσθε.
B.1 γνώμη βουλευτῶν· ἐπειδὴ Ἡλιόδωρος Διοδώρου τοῦ
Λέοντος πολλὰς καὶ μεγάλας χρείας παρείσχηται {²vac.}²
τῶι δήμωι κοινῆι τε καὶ ἰδίαι ἕκαστον τῶν πολιτῶν εὐεργετῶν
καὶ πρεσβεύων πολλὰ συνκατεσκεύακεν τῶν πρὸς δόξαν
5 καὶ τιμὴν ἀνηκόντων, ἅμα δὲ καὶ λυσιτελῶν, οὐ μόνον παρ’ ἡμῖν
ποιούμενος τὰς ἀποδείξεις τῆς αὑτοῦ καλοκαγαθίας {²vac.}²
ἀλλὰ καὶ ἐν τοῖς πεμπομένοις δικαστηρίοις ὑπὸ τοῦ δήμου {²vac.}²
εἰς τὰς ἄλλας πόλεις, δυνατῶς καὶ ἐπιεικῶς ἐν ἑκάστοις {²vac.}²
ἀναστρεφόμενος, δι’ ὃ καὶ τέτευχεν στεφάνων καὶ τιμῶν
10 ἐνδόξων· ἵνα δὲ καὶ οἱ πολῖται φαίνωνται τιμῶντες τοὺς ἀγαθοὺς
τῶν ἀνδρῶν, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι στεφανῶσαι αὐτὸν
χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα· {²vac.}²
τὴν δὲ ἐπιμέλειαν τούτων ποιήσασθαι τοὺς στρατηγούς.
Search Help
Contact Us