[ ] Lyd. — Sardis (Sart) — 213 BC — P. Gauthier, Nouvelles Inscriptions II (1989) 47, 2 — SEG 43.862 (cf.)
A.1 Ἡρακλείδης Σωκράτου εἶπεν· ἐπ̣ε̣[ιδὴ ․․․․․c.15․․․․․․ τ]ὴν ἐπι-
στολ[ὴν τ]ὴν γραφεῖσαν παρὰ τῆς βασιλίσσ̣η̣[ς πρός τε τὴ]ν̣ βουλὴ̣ν̣
καὶ τὸν δῆμον ὑπὲρ τῶν τιμῶν τῶν ἐψηφισμένων ὑπὸ τοῦ δήμου τῶι τ[ε]
βασιλεῖ καὶ τῆι βασιλίσσηι καὶ τοῖς τέκνοις αὐτῶν ἀναγράψαι εἰς τὴν
5 παραστάδ̣α̣ τοῦ ναοῦ τοῦ ἐν τῶι Μητρώιωι· δεδόχθαι τῆι βουλῆι καὶ τ[ῶι]
δήμωι ἀναγρ̣ά̣ψαι τὸν ταμίαν· τὸ δὲ ἐσόμενον ἀνήλωμα εἰς ταῦτα δοῦνα[ι]
αὐτὸν ἀφ’ ὧν χειρίζει προσόδων Ὀλωίου.
B.8 βασίλισσα Λαοδίκη Σαρδιανῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν·
Μητρόδωρος καὶ Μητροφάνης καὶ Σοκράτης {²⁶Σωκράτης}²⁶ καὶ Ἡρακλείδης οἱ παρ’ ὑμῶν
10 πρεσβευταὶ ἀπέδωκαν τὸ ψήφισμα καθ’ ὃ τέμενός τε Λαοδίκειον ἀνεῖναι
ψηφίσαισθε καὶ βωμὸν ἱδρύσασθαι, ἄγειν δὲ καὶ πανήγυριν Λαοδίκεια
καθ’ ἕκαστον ἔτος ἐν τῶι Ὑπερβερεταίωι μηνὶ τῆι πεντεκαιδεκάτηι
καὶ πονπὴν καὶ θυσίαν συντελεῖν Διὶ Γενεθλίωι ὑπὲρ τῆς τοῦ ἀδελφοῦ
ἡμῶν βασιλέως Ἀντιόχου καὶ τῆς ἡμετέρας καὶ τῶν παιδίων {²vac.}²
15 σωτηρίας, καὶ οἱ πρεσβευταὶ δὲ παρεκάλουν ἀκολούθως τοῖς ἐν
τῶι ψηφίσματι κατακεχωρισμένοις, τάς τε δὴ τιμὰς ἀποδε-
[δ]έγμεθα ἡδέως καὶ τὴν τοῦ δήμου προθυμίαν ἐπαινοῦμεν
[καὶ πειρασό]μεθα ἀεί τι ἀγαθὸν συνκατασκευάζειν τῆι πό-
[λει· ἀπαγγελ]ο̣ῦσι δὲ περὶ τούτων καὶ οἱ πρεσβευταί. {²vac.}²
20                                          θϙʹ ἔτους, Πανήμου ιʹ
C.21 [βασιλεὺς Ἀντίο]χ̣ος Σαρδιανῶν τῆι βουλῆι καὶ τῶι δήμωι χα̣[ί]-
[ρειν· οἱ παρ’ ὑμῶν πρεσ]βευταὶ Μητροφάνης, Μητρόδωρος, Μο̣σ̣[χίων(?)]
[— — — Ἀρ]τ̣εμιδ̣[ω]ρ[․․․c.9․․․]ΝΤ[— — —]
— — —
Search Help