[ ] Lyd. — Sardis (Sart) — 213 BC — SEG 36.1087 — P. Gauthier, Nouvelles Inscriptions II (1989) 13, 1 — SEG 43.862 (cf.)
1 [․․]ΤΑ#⁷․․․․ΕΙΑΝ#⁷#⁷#⁷[— — —c.22-24— — —]ΙΩΙ
διορθώσεσθε ἐν ἔτεσιν τρισίν, ε̣[ὐ]θ̣έ̣[ω]ς δὲ καὶ ξυλὴν
εἰς τὸν συνοικισμὸν τῆς πόλεως κόψαι καὶ ἐξαγαγέσθαι
ἐκ τῶν ἐν Ταρανζοις ὑλῶν καθ’ ἂν συνκρίνῃ Ζεῦξις· {²vac.}²
5 παραλύομεν δὲ καὶ τῆς προσεπιβληθείσης εἰκοστῆς
ἐπὶ τὴν πολιτικὴν καὶ τὸ γυμνάσιον ὧι πρότερον ἐχρῆσθε
συντετάχαμεν ἀποκαταστῆσαι ὑμῖν καὶ γεγράφαμεν
περὶ πάντων πρὸς Ζεῦξιν καὶ Κτησικλῆν· ὑπὲρ αὐτῶν δὲ
τούτων ἀπαγγελοῦσιν ὑμῖν καὶ οἱ περὶ Μητρόδωρον· {²vac.}²
10             ἔρρωσθε.                  θϙʹ, Ξανδικοῦ εʹ.
Search Help