[ ] Lyd. — Tabala (Burgaz) — Yurtbaşı-Davala — 193/194 AD — EA 12 (1988) 47-52
See also:
1 ἐξ ἐπιστολῆς θεοῦ Πε[ρτίνα]-
κος· "ἐπεὶ δὲ καὶ στρατιώτας [ἐν]
ὁδῷ πορευομένους ἐ[κτρέ]-
πεσθαί φατε ἐκ τῆς λεωφόρο[υ]
5 καὶ ἀνιέναι πρὸς ὑμᾶς οὐδ̣ε-
νὸς ἑτέρου χάριν ἢ τοῦ λαμβά-
νειν τὰ σουπλημέντα καλού-
μενα, καὶ περὶ τούτου διδαχθεὶς
ὁ κράτιστος τοῦ ἔθνους ἡ-
10 γούμενος ἐπανορθώσεται
τὰ δοκοῦντα ὑπὸ τῶν στρατιω-
τῶν πλημμελεῖσθαι εἰς ὑμᾶς".
Αἰμίλιος Ἰοῦνκος ἀνθύπατος Ταβα-
λέων ἄρχουσιν βουλῇ δήμῳ χαί-
15 ρειν· {²vac.}² ἄν τινα στρατιώτην ἐλέγ-
ξητε εἰς τὴν πόλιν ὑμῶν ἐκτρα-
πέντα τῶν μὴ πεμφθέντων
εἰς Αἰζανούς, ἀλλ’ ἐπὶ τῷ ἀργυρίζ[ειν]
πλανώμενον, κολασθ̣[ήσεται]·
20 οὐ δεῖ δὲ νῦν τὰ τοιαῦ[τα — — —]
ὡς ξένα· διείρητα[ι — — —]-
ώρισται ὑπὸ πά[ντων — — — μὴ]
ἐξεῖναι ἀπὸ [τῆς {²vac.}² ὁδοῦ]
ἀποχωρεῖν [— — —]
25 τὸ δίκαιο[ν — — —]-
θαι ΚΟΙ[— — —]
ἐρρῶσθ̣[αι ὑμᾶς εὔχομαι. {²vac.}²]
ἐπρέ̣[σβευσαν — — —]
Λ[— — —]
30  {²vacat}²
Search Help
Contact Us