[ ] Lyd. — Maionia (Gokçeoren-Menye) — ca. 100 BC — EA 6 (1985) 55, 1
1 Ἕρμιππος Ἑρμογένου καὶ Τατιὰς Μενεκράτην
τὸν υἱὸν καὶ Ἑρμογένης καὶ Ποσιδώνιος καὶ
Σωκράτης καὶ Διόδωρος καὶ Μενέστρατος
καὶ Ἀμμιὰς καὶ Μελιτίνη τὸν ἀδελφὸν
5             ἐτείμησαν.
ὤνθρωπ’, εἰ καί σοι δολιχὴ μετέπειτα κέλευθος
ἄνυται, ἄθρησον τὴν ἐπὶ μοι λίθακα,
ἣ φράζει, τίνος εἰμί, καὶ οὔνομα, χὤτι με τύμβῳ
ὠκύμορον Σκόλ̣λον θήκαθ’ ὁ γεινάμενος
10 Ἕρμιππος θαλέθοντα παρήϊα· τὴν δολιχὴν δὲ
ἐννέα δὶς πλήσας εἱνάδας οἶμον ἔβην.
πέντε δὲ καλλείπω γνωτούς, ὧν τηλόθεν εἴη
Μοῖρα καὶ ἡ δνοφερὴ εἰς Ἀΐδα κάθοδος.
Search Help
Contact Us