[ ]
Lyd. — Maionia: Palankaya — 111/112 AD — Trav. et Rech. en Turquie 2 (1984) 64, 18
1 | Αμμιας Ἀρτέμωνος |
Ἀσκληπιάδην τὸν αὑτῆς | |
υἱὸν καὶ Στρατονείκη ἡ | |
νύνφη τὸν αὑτῆς δαέ- | |
5 | ρα καὶ Νείκη ἡ σύντροφος |
αὐτοῦ καὶ Ἀρτέμων καὶ | |
Τρόφιμος καὶ Τροφίμη | |
τὸν αὑτῶν θρέψαντα | |
ἐτείμησαν ἔτους ρϟϛʹ, | |
10 | μη(νὸς) Ὑπερβερταίο<υ> ιʹ. |