[ ]
Korinthia — Isthmos — 2nd c. AD
| 1 | θεοῖς πατρίοις |
| καὶ τῇ πατρίδι. | |
| Π(όπλιος) Λικίνιος Π(οπλίου) υ(ἱὸς) Αἰμ(ιλίᾳ) Πρεῖσκος | |
| Ἰουουεντιανός, ἀρχιερεὺς διὰ | |
| 5 | βίου, τὰς καταλύσεις τοῖς ἀπὸ τῆς |
| οἰκουμένης ἐπὶ τὰ Ἴσθμια παραγεινο- | |
| μένοις ἀθληταῖς κατεσκεύασεν. | |
| ὁ αὐτὸς καὶ <τ>ὸ Παλαιμόνιον σὺν τοῖς | |
| προσκοσμήμασιν καὶ τὸ ἐναγιστήριον | |
| 10 | καὶ τὴν ἱερὰν εἴσοδον καὶ τοὺς τῶν |
| πατρίων θεῶν βωμοὺς σὺν τῷ περι- | |
| βόλῳ καὶ προνάῳ καὶ τοὺς ἐνκριτηρί- | |
| ους οἴκους καὶ τοῦ Ἡλίου τὸν ναὸν καὶ τὸ | |
| ἐν αὐτῷ ἄγαλμα καὶ τὸν περίβολον τόν τε | |
| 15 | περίβολον τῆς ἱερᾶς νάπης καὶ τοὺς ἐν αὐτῇ |
| ναοὺς Δήμητρος καὶ Κόρης καὶ Διονύσου | |
| καὶ Ἀρτέμιδος σὺν τοῖς ἐν αὐτοῖς ἀγάλ- | |
| μασιν καὶ προσκοσμήμασιν καὶ προνάοις | |
| ἐκ τῶν ἰδίων ἐποίησεν καὶ τοὺς ναοὺς | |
| 20 | τῆς Εὐετηρίας καὶ τῆς Κόρης καὶ τὸ Πλου- |
| τώνειον καὶ τὰς ἀναβάσεις καὶ τὰ ἀναλήμ- | |
| ματα ὑπὸ σεισμῶν καὶ παλαιότητος δια- | |
| λελυμένα ἐπεσκεύασεν #⁵⁶ ὁ αὐτὸς καὶ | |
| τὴν στοὰν τὴν πρὸς τῷ σταδίῳ σὺν | |
| 25 | τοῖς κεκαμαρωμένοις οἴκοις καὶ προσ- |
| κοσμήμασιν ὑπὲρ ἀγορανομίας | |
| ἀνέθηκεν. | |
| ὑπόσχεσις Π. Λικινίου Πρείσκου· | |
| ἐάν μοι πωλήσητε τῆς λεγ[ο]μ̣ένης ῥηγλια- | |
| 30 | [— — — — —]․πο[— — — — — — — — — —] |