[ ] Pamph. — Attaleia (Antalya) — 1st c. AD — ASAA 6-7 (1923-24) 416, 114
See also:
1 ὁ δῆμος ἐτείμησεν
Τερεντίαν, Μάρκου θυγα-
τέρα, Πῶλλαν, γυναῖκα γε-
νομένην Γαΐου Κα<π>ρανί-
5 ου Ἀκύλου ἀγαθὴν καὶ σώ-
φρονα, ἱερασαμένην
Ἀντωνίας θυγατρὸς
Τιβερίου Κ<λ>αυδίου Καίσα-
ρος Σεβαστοῦ Γερμανικοῦ,
10 χαρισαμένην τῇ πόλει
δηνάρια τετρα<κι>σχείλια
εἰς θυσίας ἐτησίους Ἀθηνᾷ
Πολιάδι, τῆς εἰς τὴν θεὸν
[ε]ὐσεβείας καὶ τῆς εἰς τὴ[ν]
15 πατρίδα εὐνοίας ἕνεκα.
Search Help
Contact Us