[ ] Pamph. — Attaleia (Antalya) — 2nd c. AD — ASAA 3 (1916-20) 10, 1
1 ὁ δῆμος ἐτείμησε[ν]
Καικιλίαν Τέρτυλ[λαν]
ἱερασαμένην Ἰουίας]
Σεβαστῆς καὶ θεᾶ[ς]
5 ἀρχηγέτιδος Ῥώμ[ης]
καὶ γυμνασιαρχήσα[σαν]
γεραιῶν καὶ νέων καὶ π[αί]-
δων, μητέρα Μάρκου
Καλπουρνίου Ῥούφο[υ]
10 ἀνδρὸς στρατηγικ[οῦ],
σωφρωσύνης {²⁶σωφροσύνης}²⁶ ἕνεκα [καὶ]
τῆς πρὸς τὴν πόλιν
εὐνοίας.
Search Help
Contact Us