| 1 | Βρυωνιανὸν Λολλιανὸν |
| τὸν κράτιστον δουκηνάριον, | |
| ἀπὸ ἐπιτρόπων, πρειμοπειλά- | |
| ριον, ἔγγονον καὶ ἀπόγονον ὑ- | |
| 5 | πατικῶν, τὸν κτίστην καὶ φι- |
| λόπατριν. γερουσία Τετραπω- | |
| λειτῶν. | |
| [ἤλ]υθεν οὐκ ἀέκων ποταμὸς πάλι σαῖσιν ἀρωγαῖς, | |
| Κτίστιε, σοῖς τε πονοῖς ἐς πόλιν ἠγαθέην· | |
| 10 | [αὐ]τὸς γὰρ πόρον αὖθις ἀκοιμήτοιο ῥεέτθρου |
| δειμάμενος προχοαῖς ἤγαγες ὀλλύμενον· | |
| [ο]ὖ Τετραπωλεῖται σε χάριν τείουσι γεραιοὶ | |
| εἰκόνι μαρμαρέῃ κρέσσονι χρυσελάτου. |