[ ]
Pamph., E. — Kolybrassos? (Ayasofya) — later 2nd c. AD
1 | Βηρυτὸν τὸ πάροιθεν ὅτε πτόλιν ἦλθον ἐς ἐ̣[σθλὴν] |
Ῥωμαϊκῆς μούσης εἵνεκα καὶ νομίμων, | |
ἐλπωρὴν γελόωσαν ἔχων καὶ δαίμονα πικρό̣[ν], | |
οὐκέτ’ ἐπὶ πάτρην ἤλυθον ἡμετέρην. | |
5 | ἀλλά με πρῶτον ἔδεκτο δικασπολίῃσι μέ̣λ̣οντα |
ἄστυ Παλαιστίνης ὄρχαμος ἀμφιέπων· | |
κεῖθεν δ’ Ἀντιόχοιο φίλη πόλις, ἐκ δέ μ’ ἐκείνης | |
Βειθυνῶν ἀγαθὴ δέξατο μητρόπολις· | |
ἔνθεν ἐμὸν στήθ̣ε̣σσ̣ι νόον καὶ ἐπίφρονα μῆτιν | |
10 | Κέρτος ὁμηλικίης πολλὸν ἀγασσάμενος |
συνκάθεδρον Θήβης Νειλώϊδος ἡγεμονῆος | |
θῆκεν. ὁ δ’ ἁρπάκτης, πρὶν χρόνον ἐκτελέσαι, | |
πρὶν πάτρην ἰδέειν με τὸ δεύτερον ἠδὲ γονῆας, | |
ἥρπασεν ἐξαπίνης εἰς Ἀχέροντ’ Ἀίδης. | |
15 | τ̣η̣λ̣[όθε(?) δ’] ἐ̣ρ̣χ̣ό̣μ̣ενός(?) με πατὴρ προσπτύξατο χερσί, |
νεκρὸν ἐπὶ ξεινῆς κείμενον εἰσορόων. | |
ἀλλὰ καὶ ὧς Νεῖλόν τε μέγαν καὶ πόντον ἄνυσσα, | |
ἀντὶ γάμων στοναχῶν τοῦτον ἔχ̣ει<ν>(?) με τάφο[ν]. | |
μήτηρ δ’ αὐτ’ ὀδύνηισι πεπαρμένη ἐν χθονὶ κῖται· | |
20 | κεῖμε δ’ ὧδε Κόνων ἀνὴρ Μούσηισι μεμηλώς, |
ψ̣υχὴν ἐς μακάρων ν̣ῆσσον ἔχων ἀγαθήν. | |
ἀλλά, πάτερ Τρώϊλε, μὴ τόσσον ὀδύρεο· καὶ γὰρ ἄριστοι | |
παῖδες ἐπουρανίων ἤλυθον εἰς Ἀίδην. |