[ ]
Pamph., E. — Aydolin Kalesi — ca. 220-240 AD
| 2b | ἀγαθῆι | <τύχηι>. |
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος τῆς λαμπροτάτης καὶ ἐνδόξου Σιδητῶν πόλεως ἐτείμησεν vv Αὐρήλιον Μανδριανὸν Λογγεῖνον, τ̣ὸ̣[ν] |
| ἴδιον βουλευτήν, ἀρχιερασάμενον τῷ Σεβαστῷ εὐσεβῶς καὶ φιλοτείμως, ἐπιδόντα νομὰς βουλευταῖς τε καὶ πολείταις, | |
| ἐπιτελέσαντα θεωρίας παρὰ τὸν καιρὸν τῆς ἀρχιερωσύνης αὐτοῦ μεγαλοπρεπῶς, ἀγωνοθετήσαντα σε̣μ̣νῶς καλουμέ̣- | |
| 5 | νου ἀγῶνος Φοιβείου καὶ δόντος(!) ἐπὶ τῇ ἀγωνοθεσίᾳ αὐτοῦ διανομὰς βουλευταῖς τε καὶ πολείταις, ἀγορανομήσαντα |
| ἁγνῶς τριμήνου τρίτης, εἰρηναρχήσαντα ἀνδρείως καὶ ἐπιμελῶς, ἀρχισειτωνησάμενον, πρακτορεύσαντα, προθύσαν- | |
| τα ὑπὲρ τῆς σεμνοτάτης βουλῆς, παραπέμψαντα ἱερὰς ἀννώνας εἰς τὸ Σύρων ἔθνος τρίς, συνιερασάμενον τῇ γυ- | |
| ναικὶ αὐτοῦ Αὐρηλίᾳ Κιλλαραμωτιανῇ Ειῃ τῇ προκαθεζομένῃ θεῷ Ἀθηνᾷ πενταετηρίδι, προστατήσαντα κυνη- | |
| γεσιῶν καὶ μονομαχιῶν τῶν καταλειφθεισῶν ὑπὸ τοῦ τῆς ἀρίστης μνήμης ὑπατικοῦ Τίτου Λικιννίου Μουκιανοῦ | |
| ἐνδόξως καὶ μεγαλοπρεπῶς, γενόμενον καὶ ἐπιμελητὴν τοῦ ὑδρείου καὶ ἐν ἄλλαις ἐπιμελείαις πολλαῖς καὶ ὑ- | |
| 10 | πηρεσίαις χρησιμεύσαντα τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ἐν τοῖς πρώτοις ἐξητασμένον· τὸν δὲ ἀνδριάντα ἀνέστη- |
| σεν Αὐρ. Κιλλαραμωτιανὴ Ιης ἡ γυνὴ αὐτοῦ φιλανδρίας χάριν. ❦ |