[ ] Pamph., E. — Kotenna (Menteşbey--Gödene) — mid-2nd c. AD
1 ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν
Σταναμοαν Σητου Σταναμοου,
ἄνδρα εὐσχήμονα καὶ πρῶτον
τῆς πόλεως, ἐκ προγόνων {²vac.}²
5 προβουλικῶν, ἀρχιερασάμενον τὸ β̣ʹ
καὶ ἄρξαντα τὸ βʹ καὶ εἰρηναρχήσαντα
τὸ βʹ, κατὰ τοὺς ἁρμόζοντας καιροὺς
ἐν πᾶσιν εὔχρηστον τῇ πόλει γενό-
μενον· τὸν δὲ ἀνδριάντα ἀνέστη-
10 σεν ἱερεὺς διὰ βίου Διὸς Σωτῆρος
Νεοπτόλεμος Σητου Σταναμοου
ὁ ἀδελφὸς    μνήμης χάριν.
Search Help
Contact Us