[ ] Pamph. — Attaleia (Antalya) — BCH 7.1883.263,5+Lanck.I154,4f — Belleten 22.1958.33,21 — IGR 3.780
0 [— — — — — — — — — — — — ἀρ]-
[χ]ιερέα [τ]Σ]εβαστῶν καὶ
[φ]ιλόδοξον ἐκ τῶν ἰδίων ❦
Λ. Καλπούρνιον Κοδράτου
5 υἱὸν Διόδωρον, υἱὸν βουλῆς
δήμου γερουσίας, φιλοκαίσα[ρα]
καὶ φιλόπατριν, ἱερέα διὰ
βίου Ἀπόλλωνος Ἀρχηγέτου
καὶ θεοῦ μεγάλου Διονύσου
10 καὶ θεοῦ Ἄρεως καὶ θεᾶς Ἀρτ[έ]-
μιδος Ἐλαφηβόλου πρῶτον,
καὶ ἱερέα διὰ βίου θεᾶς Λητο[ῦς]
τῆς Περγαίων πόλεως, ἀρχι[ε]-
ρασάμενον τετραετίαν καὶ
15 ἐπιτελέσαντα κυνηγέσια
καὶ μονομαχίας μεγαλοπρε-
πῶς καὶ ἀγωνοθετήσαντα
τοὺς μεγάλους πενταετη-
ρικοὺς ἀγῶνας καὶ τοὺς λοι-
20 ποὺς πάντας ἐν τῇ τετραετίᾳ.
Search Help
Contact Us