[ ]
Saronic Gulf — Aigina — 69 BC
1 | ἁ πόλις Διόδωρον Ἡρα[κλείδα]. |
{²corona}² | |
2 | ἀπὸ συνέδρων καὶ τοῦ δάμου· ἐ[πεὶ ὑπὸ] |
τῶν πολιτᾶν Διόδωρος Ἡρακλ[είδα] | |
κατασταθεὶς ἀγορανόμος [τὸ τέ]- | |
5 | ταρτον [καὶ] ἑ[ξ]ηκοστὸν ἔτος τὰ(?)[ν ἐπι]- |
μέλειαν [πε]ποίηται τᾶς ἀρχᾶς ἀ[ξίως τᾶς] | |
ἐγχειρισ[θείσας] αὐτῶι ὑπὸ τοῦ [δάμου] | |
πίστιος, [τοῦ μὲν] σιτωνικοῦ κατ[αναλισκο]- | |
μ(?)ένου εἰσ[φέρων στα]τῆρας ορʹ, τὸν [δὲ ὕστατον] | |
10 | [π]όλεμον <ἡ>[μῖν τῶ]ν πειρατᾶν ἐπει[σαγόντων] |
κα[ὶ] κατατρεχ[όντω]ν τὰν χώραν, ἅμ̣[α δὲ ἐν]- | |
δείας οὔσας δ[ιὰ τὰ]ν(?) εἰσ<φ>ορ̣ὰ(?)[ν μεγίστας(?)] | |
[π]αρ[έ]χων ἱκανὸν σ[ῖτο]ν(?) [πα]ρ[ὰ πάντα] | |
τὸν χρόνον το<ῖ>ς δεομένοις, <ἀ>ε[ὶ δὲ φι]- | |
15 | [λο]πονῶν ποτὶ τὸν δᾶμ(?)[ον οὐδένα] |
[κίν]δυνον οὐδὲ βλάβα<ν> οὐδε[μί]α(?)[ν ἀρνούμε]- | |
[νο]ς̣, ἀλλὰ περ[ὶ] π(?)<λ>είστου [ποιού]μ[ενος τὸ] | |
[συ]μφέρον τοῖς πολ[ίταις, σ]που[δᾶς καὶ εὐ]- | |
[νοία]ς οὐθὲν ἐνλείπων [ἐν] τῶι βί[ωι ἅπαντι] | |
20 | [πᾶσι] ποτιφέρεται φιλ[α]ν<θρ>ώπως· [ὅπως οὖν] |
[ὁ] δᾶμος φανειρὸς [ἦι πᾶσι τ]οῖς ἐ[ν τᾶι πό]- | |
[λι] ἡμῶν τοὺς ἀγ[αθοὺς ἄν]<δ>ρα(?)ς [τιμᾶν ἐπι]- | |
[στάμε]ν[ος καὶ χάριτας αὐτοῖς ἀποδιδόναι] | |
[ἀεὶ] καταξί<ω>ς τ[ᾶς ἀρετᾶς· δεδ]όχθαι [τοῖς συνέ]- | |
25 | [δροι]ς καὶ τῶι δά[μωι ἐπαινέ]σαι Δι[όδωρον Ἡ]- |
[ρα]κλείδα ἐ[πί τε τᾶι ἀρετᾶι καὶ τᾶι εὐνοί]- | |
[αι], ἇι ἔχων διατελε̣[ῖ ποτὶ τ]ὸ[ν δᾶμον, καὶ] | |
[στε]φανῶσαι αὐτὸ<ν> [χρυ]σῶι [στεφάνωι ἀ]- | |
[πὸ χ]ρυσῶν ἑκατόν, τὸ δὲ γενό[μενον ἀνά]- | |
30 | [λωμα] δότω ὁ ταμί[ας]. καὶ ἀ[ναγορεύεσθαι] |
[τὸν] στέφανον εἴν τ[ε] τοῖς Διο[νυσίοις καὶ Αἰ]- | |
[α]<κ>είοις καὶ <Ῥ>ωμα<ί>[οι]ς [κα]ὶ θ<ύ>εσθ[αι ὑπὲρ αὐτοῦ τῶι] | |
[τ]ε Ἀπόλλωνι [καὶ] τᾶι Ῥώμα[ι. τοὺς δὲ ἐπι]- | |
μελητὰς στάλαν λιθίν[αν ποήσασθαι, ἐν ἇι γρα]- | |
35 | [φ]ήσεται τόδε τὸ ψάφισ[μα καὶ ἀνασταθή]- |
[σε]ται εἰς τὸν ἐπιφανείστα[τον τόπον τᾶς] | |
[π]όλιος, παρὰ τὸ Ἀπολλών[ιον. τὸ δὲ γενό]- | |
[με]νον ἀνάλωμα δότω ὁ τα[μίας]. |