[ ]
Phryg. — Kotiaion (Kütahya), Area of — bef. mid. 4th c. AD — AS 5.1955.31,1 — SEG 30.1484, 40.1218 cf.
| 1 | Αὐρ. Ἀθηνόδοτος Δοκιμεὺς τεχνίτης ἐποίησε τὸ ἔργον. |
| ἔνθα χθὼν κατέχι Ἀκάκιον σώ- | |
| φροναν ἄνδρα, / Μηνοδώρου υἱόν, θεοτίμητον ἀληθῶς, / | |
| ἤσιον ἐν κόσμῳ ἑῆς πάτρης κα- | |
| 5 | τὰ πάντα· / τριάκοντα ἔτη ἐν |
| χηροσύνῃ ὑπομίνας, / μουνό- | |
| γαμος μοῦνον τεῦξεν τέκνον ἐν βιό- | |
| τοιο, / τοὔνομα Λουκίλλαν τὴν σώφρο- | |
| να, τῷ πατρὶ κῦδος· / δῶκεν δ’ αὐτὴν ἀν- | |
| 10 | δρὶ ἐφ’ ἐλπίσι γηροκομηθῆν / ἀνεψιῷ |
| Τροφίμῳ· τύχαν δὲ κακῶν ὑμενέων, / | |
| ὀκτὼ κὲ δέκα μῆνας μεθ’ αὐτὸν οὐκ | |
| ἐβίωσεν· / πικραὶ γὰρ Μοῖραι ἴσους μίτους | |
| ἐπέκλωσαν / μητρὶ κὲ θυγατρὶ ὅμοια Πρω- | |
| 15 | τεσιλάου. / Δόμνη σεμνοτάτη τύμβοις |
| ἰδίοισι δὲ κῖται· / τριακονταέτη θυγατέ- | |
| ραν κατέλιψε, / τεσσαρέτη πάλιν αὐτὴ τὸν | |
| πατέραν ἐπρόαξεν· / τύμβοις παππῴοις | |
| μετὰ τοῦ πατρὸς ἐνθάδε κῖτη. / ἄνδρες | |
| 20 | πρεσβύτατοι κὲ ὁμήλικες ἠδὲ νέοι τε, / |
| δῆριν πρὸς τίναν ἔσχον; οὐ πρὸς νέον οὐδὲ | |
| γέροντα· / τιμῇ τῇ μεγάλῃ παρὰ πάτρης πα- | |
| ρεπέμφθην· / θεός πού μ’ ἐκέλευσ’· ἐνὴ Πλου- | |
| τεῖ ἢ Παραδίζῳ / μισθοὺς ἀντιλάβοιτε παρ’ ἀθανάτου θεοῦ | |
| 25 | αὐτοῦ· / ἐμοὶ γὰρ οὐ μελέτη· κακὸν κόσμον κατέλιψα. / |
| τὴν σφραγῖδα θεὸς ἐμοὶ τέκνῳ διασώζι· / θνητὸς ἐν ἀθανά- | |
| τοις Ἀβρὰ[μ κ]όλποις τετύχηκα, ⋮ / θεῷ δουλεύω, Παραδίζοισι κατοικῶ. |