[ ] Phryg. — Akmonia (Ahat) — Banaz — 85 AD — REA 3.1901.273 — REA 4.1902.79, 267; SEG 13.542 — IGR 4.661
1 [— — — τῆς] διανομῆς με[τ]εχεῖν καὶ ἰσ[ομοιρεῖν(?) καθ]-
[εστα]μένους ὑπὸ τοῦ Πραξίου πρὸς τῷ μνημείῳ αὐτοῦ ἀπε[λευ]-
[θέρ]ους· ἓξ ἀναριθμεῖσθαι δὲ ἰς τὸν τῶν τελευτώντων [τόπον]
τοὺς ἐξ αὐτῶν {αὐ}τῶν ἐπιγεννωμένων μέχρι τῶν ἕξ, γείνε̣[σ]-
5 θαι δὲ τὴν κατάκλισιν μηνὸς Πανήμου ἡμέρᾳ εὐδαιμοσύνης
καὶ ἀπὸ τῆς προσόδου ταύτης ἐπὶ τὸ μνημεῖον τοῦ Πραξίου ἀ[πο]-
φέρεσθαι ὑπὸ τῶν ἀρχόντων τῆς πόλεως καὶ τοῦ γραμματέως
τῆς βουλῆς ῥόδα δηναρίων δέκα δύο· προνοεῖν δὲ τήν τε βουλὴν [καὶ]
τοὺς κατ’ ἐνιαυτὸν ἰς τὰς ἀρχὰς καθισταμένους πάντας τῶν τ[ε](?)
10 ἀπελευθέρων, καὶ ὅπως μηδὲν τοῦ μνημείου τούτου ἢ τῶν περὶ α[ὐ]-
τὸ φυτειῶν ἢ οἰκοδομιῶν ἐλασσωθῇ ἢ ἐξαλλοτριωθῇ κατὰ μηδέ-
να τρόπον· τοῦτο δὲ τὸ ψήφισμα νενομοθετῆσθαι τῷ αἰῶνι τῆς Ῥω-
μαίων ἡγεμονίας φυλαχθησόμενον, μηδενὸς ἐξουσίαν ἔχοντος
ἀλλάξαι τι τῶν δεδογμένων ἢ μεταποιῆσαι ἢ εἰς ἑτέραν τινὰ
15 χρείαν μετενενκεῖν κατὰ μηδένα τρόπον· πάντας δὲ κοινῇ
καὶ καθ’ ἕνα προνοεῖσθαι ὑπὲρ τοῦ φυλαχθῆναι τὰ ἐψηφισμένα
κοινὰ καὶ ἀνεπιχείρητα πρὸς τῇ Τίτου Πραξίου διαταγῇ κ[ἀμοὶ] {²⁶καὶ ἐμοὶ}²⁶
μόνῳ ἐξεῖναι τῶν ἐν τῷ ψηφίσματι γεγραμμένων ἀλ̣λ̣άξαι
τι ἢ διορθῶσαι ἢ τοῖς γεγραμμένοις προσδιατάξασθαι· εἶναι
20 δὲ τοῖς δεδογμένοις πᾶσι καὶ μάλιστα ἵνα μόνοι οἱ παρόντες
καὶ κατακλεινόμενοι βουλευταὶ λαμβάνωσι τὴν διανομὴν
[τ]α̣ύτην, ἐπισκόπους καὶ μάρτυρας θεοὺς Σεβαστοὺς καὶ θε-
[οὺς] πατρίου<ς> καὶ Δία Στοδμηνὸν καὶ Σωτῆρα Ἀσκληπιὸν καὶ Ἀρ[τέ]-
ιδα] Ἐφεσίαν κοινῇ τε ὑπὸ πάντων καὶ καθ’ ἕνα ἐπικεκλημέ[νους]
25 [τῶν οὕτω]ς ἐψηφισμένων φύλακας· παρακεκλῆσθαι δὲ τὸν γραμ-
[ματέα τῆς] βουλῆς καὶ ἱερέα Ἀσκληπιάδην ὅπως καὶ μετὰ τὸν
[ἐφ’ ἔτος ἐνι]αυτὸν πρόνοιαν ποιῆται τῶν ὑπὸ τοῦ Πραξίου
[δεδομένων(?)] καὶ διατεταγμένων εἰς τὸ διηνεκές, καθὼς καὶ
[ὑπὸ τοῦ Πραξί]ου παρεκλήθη· λαχόντων δογματογράφων Πον[τικοῦ(?)]
30 [δὶς(?), Διο]φάντου Ἑκατέου τοῦ Ποντικοῦ, Ἀλεξάνδρου
[— — —]· ἐκυριώθη πρὸ τριῶν Νωνῶν Μαρτίων [Αὐτοκρά]-
[τορι Δομι]τιανῷ Καίσαρι Σεβαστῷ Γερμανικῷ τῷ αιʹ,
[ὑπάτῳ, ἔτους ρξ]θʹ, μηνὸς Ξανδικοῦ τρισκαι[δεκάτου],
      [ἐγράφη(?) δ]ιὰ Ἐρμογένου δημοσίου.
Search Help
Contact Us