[ ]
Phryg. — Apameia (Dinar) — 3rd c. AD — CIG 3964 — Peek, GVI 1113a — Ramsay, CB 343, p.476
| 1 | τὸ ζῆν ὁ ζήσας καὶ θανὼν ζῇ τοῖς φίλοις, |
| ὁ κτώμενος δὲ πολλὰ μὴ τρυφῶν σὺν τοῖς φίλοις | |
| οὗτος τέθνηκε περιπατῶν καὶ ζῇ νεκρῶ̣ν̣ [τρό]π̣[ον]. | |
| ἐγὼ δὲ ἐτρύφησα Μηνογένης ὁ κὲ Εὐσταθής, | |
| 5 | μετέδωκ[α] ἐμαυτοῦ πάντα τῇ ψυχῇ καλά· |
| ἀμάχως ἐβίωσα μετὰ φίλων κὲ συνγενῶν, | |
| μηδέποθ’ ὑπούλως ἢ δολίως λαλῶν τινι. | |
| οὗτος ὁ βίος μοι γέγονεν, ὅταν ἔζων ἐγώ· | |
| ἐς πάντα δ’ ηὐτύχησα, ἐμαυτὸν πιστεύσας θεῷ, | |
| 10 | τὸ δ’ ὀ[φ]ειλ̣όμενον ἀπέδωκα τῇ φύσι τέλος. / |
| Ῥοῦφος ἐπύησα Μηνογένει μου γλυκυτάτῳ πατρὶ | |
| κὲ Παύλει Μ[η]νογένου φιλάνδρῳ μέχ<ρ>ι τέλους. |