[ ] Phryg. — Apameia (Dinar) — BCH 17.1893.247,18 — Ramsay, CB 305, p.468 — IGR 4.783
1      οἱ γέροντες
ἐτείμησαν Λούκιον Ἀτίλιον
Λουκίου υἱὸν Πρόκλον
νεώτερον ∙ ἱερέα τῶν Σεβαστῶν
5 φιλογέροντα καὶ φιλόπατριν,
πρεσβεύσαντα πρὸς τοὺς Σεβασ-
τοὺς δωρεὰ<ν> ὑπὲρ τῶν εἰς τὴν κτί-
σιν διαφερόντων, ἐν τε ταῖς λοιπαῖς
τῆς πόλεως καὶ τῆς γερουσίας
10 χρείαις ἁγνῶς καὶ δικαίως ἐκ προ-
γόνων πολιτευόμενον, σ<υ>νή-
γορον τῆς γερουσίας.
Search Help
Contact Us