[ ]
Phryg. — Apameia (Dinar) — 9 BC? — Cl.Rev. 5.1955.244 (col. VI) — SCO 16.1967.91,ApGr 4 — RDGE 65.D40-51; *SEG 15.815
40 | ἦρξεν δὲ τῶι κόσμωι τῶν δι’ αὐτὸν εὐανγελί[ων ἡ γενέθλιος ἡμ]έ̣ρα |
τοῦ θεοῦ, τῆς δὲ Ἀσίας ἐψηφισμένης ἐν Σμύρνη[ι ἐπὶ ἀνθυ]πάτου | |
Λευκίου Οὐλκακίου Τύλλου, γραμμοτεύοντος Παπ[ίωνο]ς Διοσιερίτου, | |
τῶι μεγίστας εἰς τὸν θεὸν καθευρόντι τειμὰς εἶναι στέφανον, | |
Παῦλλος Φάβιος Μάξιμος ὁ ἀνθύπατος τῆς ἐπαρχήας εὐεργέτης | |
45 | ἀπὸ τῆς ἐκείνου δεξιᾶς καὶ [γ]νώμης ἀπεσταλμένος ξὺν τοῖς ἄλλοις |
οἷς εὐεργέτησεν τὴν ἐπαρχήαν ὧν εὐεργεσιῶν τὰ μεγέθη λόγος | |
εἰπεῖν οὐδεὶς ἂν ἐφίκοιτο, καὶ τὸ μέχρι νῦν ἀγνοηθὲν ὑπὸ τῶν Ἐλλή- | |
νων εἰς τὴν τοῦ Σεβαστοῦ τειμὴν εὕρετο, τὸ ἀπὸ τῆς ἐκείνου γενέ- | |
σεως ἄρχειν τῷ βίῳ τὸν χρόνον· διὸ τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι δεδό- | |
50 | χθαι τοῖς τῆς Ἀσίας Ἓλλησιν, ἄρχειν τὴν νέαν νουμηνίαν πάσαις |
ταῖς πόλεσιν τῇ πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ἥτις ἐστὶν γενέ- | |
θλιος ἡμέρα {²κτλ.}² |