[ ] Phryg. — Laodikeia on the Lykos (Eskihisar) — Goncalı — 2nd c. AD? — MDAI(A) 20 (1895) 209, 2 — MAMA VI,List 142,13
1 ὁ περιοικοδομημένος τόπος καὶ οἱ ἐν
αὐτῷ πλάτοι δύο, εἷς ἔνγαιος καὶ κατ’ αὐτ-
οῦ ὑπέργειος, εἰσὶν ∙ Μ(άρκου) ∙ Κλ(αυδίου) ∙ Φοίβου· ζῆ. ἐν τῷ
ὑπερώῳ πλάτῳ ἐν τῇ μέσῃ θέσει κεκήδευ-
5 ται Κλαυδία ἡ γυνή μου, ἐν ᾗ κἀγὼ βούλο-
μαι κηδευθῆναι, ἕτερον δὲ οὐδένα, μηδ-
ὲ ἔστω τινὶ περὶ τούτου ἐξουσία· ἐπε[ὶ ὁ]
παρὰ ταῦτα ποιήσας ἀποδότω τῷ ἱ̣[ερωτ]-
άτῳ φίσκῳ (δην.) ͵αφʹ. μετὰ τὴν ἐμὴν τελε[υτὴν]
10 κυριεύσουσι τοῦ ἡρῴου Κλ(αυδία) Φοιβία [κα]-
ὶ Κλ(αύδιος) Τιτιανὸς τὰ τέκνα μου καὶ οἱ ἐ[ξ αὐτ]-
ῶν γενόμενοι· μηδεμιᾶς οὔ[σης μηδε]-
νὶ αὐτῶν ἐξουσίας τοῦτ̣[ον ἀπαλλοτριῶσαι]
τὸν τόπον κατ’ οὐδένα τρόπον Ε[— — — ὑ]-
15 %⁸¹πεναντίο[ν(?)]
— — —
Search Help
Contact Us