[ ]
Phryg. — Laodikeia on the Lykos (Eskihisar) — 1st-2nd c. AD? — MDAI(A) 16 (1891) 144-145 — Rob., Laod.Lyc. 265 — IGR 4.860; MAMA VI,List 140,12
1 | οἱ ἐπὶ τῆς Ἀσίας Ῥωμαῖοι καὶ Ἕλληνες καὶ ὁ δῆ- |
μος ὁ Λαοδικέων ἐτείμησαν Κοίντον Πομπώ- | |
νιον Κοίντου υἱὸν Γαλερία Φλάκκον ἥρωα, στρατη- | |
γήσαντα τῆς πόλεως δημ<ω>φελῶς καὶ γενόμενον ἐπὶ | |
5 | τῶν δημοσίων προσόδων, ἀγορανομήσαντά τε πολυτε- |
λῶς καὶ ἑκατέρους τοὺς θερμοὺς περιπάτους καύσαντ[α] | |
πρῶτον καὶ μόνον, ἀλείψαντά τε ἐν ταῖς ἐπισήμοις ἡμέ- | |
ραις παρ’ ἑαυτοῦ κατὰ μῆνα καὶ νομοφυλακήσαντά τε μετὰ | |
τοῦ καὶ τὰς ὑπὲρ τῶν οἰκονομημάτων δαπάνας πεποι- | |
10 | ῆσθαι παρ’ ἑαυτοῦ καὶ στρατηγήσαντα διὰ νυκτὸς ν[ο]- |
μίμως καὶ πρεσβεύσαντα εἰς Ῥώμην ὑπὲρ τῆς πατρίδ[ος] | |
παρ’ ἑαυτοῦ καὶ ἐπιδίδοντα ἐν εὐανγελίοις εὐψύχω[ς] | |
στρώσαντά τε παρ’ ἑαυτοῦ ἔνπροσθεν τοῦ Διὸς [λευ]- | |
κολίθῳ καὶ ἀλείψαντα τὴν πόλιν πάλιν παρ’ ἑαυτο[ῦ] | |
15 | τοῖς κατ’ ἄνδρα δράκτοις ἐγ λουτήρων. τελ[ειωσάν]- |
των τὸ μνημῆον Κοΐντου Πομπωνίου [— — —] | |
τῶν ἀδε[λφ]ῶν αὐτοῦ, ποιησαμέν[ων — — —] | |
ΤΥ[— — —]ης καὶ συνδαπ̣[ανησαντ— — —] | |
[— — — α]ὐτοῦ ΚΟ[— — —] | |
20 | — — — |