[ ] Phryg. — Laodikeia on the Lykos (Eskihisar) — Gümüşçay, nr. — 267 BC — Chiron 5 (1975) 59-87 — SEG 47.1739
1 βασιλευόντων Ἀντιόχου καὶ [Σ]-
ελεύκου πέμτου {²⁶πέμπτου}²⁶ καὶ τεσαρακο-
στοῦ {²⁶τεσσαρακοστοῦ}²⁶ ἔτους, μηνὸς Πε̣ριτίου, ἐ-
π’ Ἐλένου ἐπιμελητοῦ ‵τοῦ′ τό[πο]υ· ἐκκλησί-
5 ας γενομένης ἔδοξε Νεοτειχείταις
καὶ Κι‵δ′διοκωμίταις· ἐπειδὴ Βανά-
βηλος ὁ τὰ Ἀχαιοῦ οἰκονομῶν καὶ Λα-
χάρης Πάπου ἐγλογιστὴς {²⁶ἐκλογιστὴς}²⁶ τῶν
Ἀχαιοῦ εὐεργέται αὐτῶν γεγένηντ-
10 αι κατὰ πάντα κ̣αὶ κοινῆι καὶ ἰδίαι ἑκάσ-
του ἀντειλημμένοι εἰσὶν κατὰ τ[ὸ]-
μ πόλεμον τὸν Γαλατικὸν καὶ πολ-
λῶν αὐτῶν γενομένων αἰ̣χ[μ]α-
λώτων ὑπὸ τῶν Γαλατῶν ἐμφα-
15 νίσαντες Ἀχαιῶ̣[ι] ἐ̣[λυτ]ρ̣ώ̣[σα]ν̣το,
ἐπαινέσαι τε αὐτοὺς καὶ ἀ‵[ν]α′γράψαι
τὴν εὐεργεσίαν αὐτῶν εἰς στή-
λην λιθίνην καὶ στῆσαι ἐν τῶι
τοῦ Διὸς ἱ‵ε′ρῶι ἐμ Βάβα κώμηι καὶ
20 ἐν τῶι τοῦ Ἀπόλωνος {²⁶Ἀπόλλωνος}²⁶ ἐν Κιδδίου
‵κώμηι′, δεδόσθαι δὲ αὐτοῖς καὶ ἐγγόνοις {²⁶ἐκγόνοις}²⁶
εἰς πάντα τὸν χρόνον προεδρίαν
ἐν ταῖς δημοτελέσιν ἑορταῖς,
θύειν δὲ καὶ Ἀχαιῶι κυ̣ρ̣ίωι τοῦ το-
25 που καὶ σωτῆρι κατ’ ἐνιαυτὸν
ἐμ μὲν τῶι τοῦ Διὸς ἱερῶι βοῦν,
Λαχάρηι καὶ Βαν̣αβήλωι εὐεργέται[ς]
κριοὺς δύο ἐν τῶι τ[οῦ Ἀ]πόλλωνος
ἱερῶι τῶι ἐγ Κιδδίου κώμηι, ἱερεῖα τρία·
30 ὅπως ε̣ἰδ[ῶ]σι καὶ οἱ ἄλλοι, ὅτι Νεοτ[ει]-
χεῖται καὶ Κι[δ]διοκωμῖται, ὑφ’ ὧ[ν]
ἄν τι πάθωσι ἀγαθ[ό]ν, ἐπίσταν̣-
ται τιμὰς ἀντιδιδόναι.
Search Help
Contact Us