[ ] Att. — stoich. 28 — 302/1
1 [θ]εο[ί].
ἐπὶ Νικοκλέους ἄρχοντος ἐπὶ τῆ[ς Ο]-
ἰνεῖδος ὀγδόης πρυ[ταν]είας, ἧι Ν[ίκ]-
ων Θεοδώρου Πλωθεὺ[ς ἐ]γραμμάτευ[ε]-
5 ν· τρίτηι μετ’ εἰκάδας, ἑβδόμει καὶ ε-
ἰκοστῆι τῆς πρυτανεία[ς]· τῶν προέδ-
ρων ἐπεψήφιζεν Χαρίσο]ς Θεοφίλο-
υ Εἰρεσίδης καὶ συμπρόεδροι· Μέμν-
ων Μέδοντος Ἀφιδναῖος εἶπεν· ἐπει-
10 δὴ οἱ ταξίαρχοι οἱ ἐπ’ Εὐξενίππου ἄ-
ρχοντος ἐπεμελήθησαν τῆς τε φυλα-
κῆς τῶν τειχῶν καὶ ἐν τοῖς ἐξετασμ-
οῖς ἅπασιν διετέλεσαν ἐπιμελόμε-
νοι καλῶς καὶ φιλοτίμως ἡγούμενοι
15 τῶν πολιτῶν καὶ τἆλλα πράττοντες,
ὅσα αὐτοῖς ἡ βουλὴ καὶ ὁ δῆμος προσ-
έταττεν, καὶ διὰ ταῦτα ἐπήινεσάν τ-
ε αὐτοὺς πολλάκις ἡ βουλὴ καὶ ὁ δῆμ-
ος καὶ ἐστεφάνωσεν ἕκαστον αὐτῶν
20 [χ]ρυσῶι στεφάνωι, ἀγαθεῖ τύχει δεδ-
[ό]χθαι τεῖ βουλεῖ τοὺς προέδρους οἵ-
τινες ἂν λάχωσιν προεδρεύειν ἐν τ-
ῶι δήμωι εἰς τὴν πρώτην ἐκκλησίαν
χρηματίσαι περὶ τούτων, γνώμην δὲ
25 ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δ-
ῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσ-
αι τοὺς ταξιάρχους τοὺς ἐπ’ Εὐξενίπ-
που ἄρχοντος καὶ στεφανῶσαι αὐτο-
ὺς χρυσῶι στεφάνωι κατὰ τὸν νόμον
30 ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας τῆς
εἰς τὸν δῆμον τὸν Ἀθηναίων· εἶναι δ’
αὐτοῖς καὶ προεδρίαν ἐν ἅπασιν το-
ῖς ἀγῶσιν οὓς ἂν ἡ πόλις τιθεῖ· τὸν δ-
ὲ ἀρχιτέκτονα κατανέμειν αὐτοῖς
35 τὴν θέαν ἀεὶ οὗ ἂν καὶ τοῖς στρατη[γ]-
οῖς κατανέμηται· ἀναγρ[ά]ψαι [δ]ὲ τόδ-
ε τὸ ψήφισμα τὸν γραμματέα [τὸ]ν κατ-
ὰ πρυταν[ε]ίαν ἐν [σ]τήλει λιθί[ν]ει κα-
[ὶ] σ[τῆσαι] ἔμπροσθεν [τ]οῦ στρατηγίο-
40 υ, εἰς δὲ τὴν ἀναγρα[φὴ]ν τῆς στήλης μ-
ερίσαι τὸν ἐπὶ τῆι δ[ι]οι[κ]ήσει ΔΔΔ v
δραχμὰς ἐκ τῶν εἰς τ[ὰ] κα[τὰ] ψηφίσμα-
τα ἀναλισ[κ]ομένων τῶι δήμωι. vacat
Search Help
Contact Us