[ ]
Phryg. — Hierapolis (Pamukkale)
| 1 | ἡ σορὸς Αἰλ(ίας) Ἀθηναίδος, ἐν ᾗ κηδευθήσεται ὁ ἀνὴρ |
| αὐτῆς <Ἐ>παφροδίσιος, κηδευθήσεται δὲ καὶ | |
| αὐτὴ καὶ ἡ θρεπτὴ αὐτῶν Ματιδία· οὐδενὶ δὲ | |
| ἄλλῳ ἐξέσται κηδευθῆναι· εἰ δὲ μή, ὁ κηδεύ- | |
| 5 | σας τινὰ ἀποτίσει τῇ πόλι (δην.) ͵α. |