[ ]
Phryg. — Hierapolis (Pamukkale)
| 1 | ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Αὐρηλίας Μαρκίας Ἀττάλου, |
| ἐν ᾗ κηδευθήσεται Αὐρήλι<ο>ς Καρποφόρος Παστιλλᾶς | |
| καὶ Αὐρηλία Μαρκία ἡ γυνὴ αὐτοῦ τοῦ Καρποφόρου, | |
| καθὼς προγέγραπται, καὶ τὰ παιδία τῆς Μαρκίας· ἐὰν δὲ ἕτερός τις | |
| 5 | κηδευθῇ, δώσει τῷ ἱερωτάτῳ ταμείῳ (δην.) φʹ. |