[ ] Phryg. — Hierapolis (Pamukkale) — CIG 3919
1 ὁ βωμὸς καὶ ἡ ἐπικ<ε>ιμένη σορὸς Δοκιμηνὴ Διοδότου
Ἀλεξάνδρου τοῦ Ἀπελλίδου· ἐν ᾧ βωμῷ κηδευθ-
σεται αὐτῶν τὰ τεθραμμένα, ἑτέρῳ δὲ οὐδενὶ ἐξέσ-
ται κηδευθῆναι ἢ τοῖς προδηλουμένοις ἐάν τις ἕτε-
5 ρόν τινα κηδεύσῃ. ἀποτείσει τῷ κυριακῷ [φίσκῳ (δην.) —ʹ].
ἔδωκα δὲ τῇ σεμνοτάτῃ γερουσίᾳ στεφανωτικοῦ ὀνόμα[τι]
(δην.) τʹ π(υξίῳ), ἐν ᾧ ἂν καταληφθῶ, πρὸς τὸ δίδοσθαι ἀπ’ αὐτοῦ
τὸν ἐτήσιον τόκον τοῖς παραγεναμένοις καὶ στεφανοῦσ[ι]
τὴν σορόν. μετὰ δὲ τὴν τελευτὴν αὐτῶν κορακωθήσεται. τού-
10 του ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us