[ ] Phryg. — Hierapolis (Pamukkale) — CIG 3924, a
1 ἡ σορὸς καὶ τὸ βαθρικὸν καὶ τὸ ὑποκείμενον θέμα
Αὐρηλίας Μελιτίνης Παμφίλου τοῦ Βοίσκου,
ἐν ᾗ κεκήδευται ὁ ἀνὴρ αὐτὴς Τατ[ιανὸς τοῦ] Κυρη-
νίου, κηδευθήσεται δὲ καὶ αὐτή· ἑτέρῳ δὲ <οὐδε>νὶ ἐξέσται
5 κηδευθῆναι· εἰ δὲ μή, ὁ κηδεύσας εἰσοίσει τῷ ταμείῳ [(δην.) —ʹ].
τούτου ἀντίγραφον ἀπετέθη εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us