[ ] Phryg. — Hierapolis (Pamukkale)
1 ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος Γ(αίου) Βαιβίου
Ρόδωνος, ἐν ᾗ κηδευθήσεται αὐτὸς καὶ ἡ γυνὴ
αὐτοῦ Ἀμειὰ[ς] Γλύκωνος καὶ τὰ τέκνα αὐτῶν καὶ
ὃν ἂν ζῶν αὐτὸς βουληθῇ· ἑτέρῳ δὲ οὐδενὶ ἐξέσ-
5 ται κηδεῦσαί τινα· εἰ δὲ μή, ὁ παρὰ ταῦτα ποιήσας
ἀποτείσει τῷ ἱερωτάτῳ ταμείῳ ἀττικὰς φʹ
καὶ τῷ ἐ[γ]δικήσαντι (δην.) σνʹ. τούτου ἀντίγραφον
ἀπετέ[θη] εἰς τὰ ἀρχεῖα.
Search Help
Contact Us