[ ]
Phryg. — Hierapolis (Pamukkale) — 238-165 BC
| 1 | γνώμη στρατηγῶν Ἀπολλωνίου τοῦ Μάτρωνος, Ἀπολλω{ι}νίο[υ] {²⁶Ἀπολλωνίου}²⁶ |
| [τ]οῦ Ἑρμογένου, Ἀπολλωνίδου τοῦ Φαλαγγίτου· ἐπεὶ βασίλισσα | |
| [Ἀπ]ολλωνὶς Εὐσεβής, γυνὴ μὲν θεοῦ βασιλέως Ἀττάλου, μήτηρ̣ | |
| δὲ βασιλέως Εὐμένου Σωτῆρος, μεθέστηκεν εἰς θεοὺς ἔνδο[ξον] | |
| 5 | [κ]αὶ πρέπουσαν ἐν ἀνθρώποις ἀπόδειξιν τῆς ἰδίας ἀρετ[ῆ]ς π̣[ε]- |
| [π]οιημένη διὰ τὸ κεχρῆ[σθ]αι καὶ [θε]οῖς εὐσεβῶς καὶ γονεῦσιν ὁσίω[ς] | |
| [ὡ]ς καὶ πρὸς τὸν ἴδιον ἄνδρα{ν} συνβεβιωκέναι μεγαλοπρεπῶς, προσ- | |
| ενενηνέχθαι δὲ καὶ τοῖς τέκνοις μετὰ πάσης ὁμονοίας, γνησίως | |
| [κ]αλλιτεκνήσασά τε μεγ[ά]λους ἐπαίνους πρὸς εὐδοξίαν ὑπελ[ί]- | |
| 10 | [π]ετο τὰς παρὰ τῶν τέκνων ἐπιφανεῖς {ἐ}κομισαμένη χάριτ[ας]· |
| διὸ καὶ πᾶσι[ν] ἐν τῶι βίωι κεχρημένη [τ]ο[ῖ]ς [πρὸς τ]ε[ιμ]ὴν καὶ δόξα[ν] | |
| ἀ̣νήκουσιν καλὴν καὶ πρέπουσαν πεποίηται τὴν διαγω[γὴν] | |
| τοῦ βίου, θρέψασα τέκνα σὺν τύχῃ καὶ συμπεριενεχθεῖσα γνησ[ί]- | |
| ως βασιλεῖ τε Εὐμένει Σωτῆρι [κ]αὶ Ἀττάλωι Φιλαδέλφωι καὶ Φιλ[ε]- | |
| 15 | ταίρωι κα[ὶ] Ἀθηναίωι, καὶ τῆ(ς) πρὸς θεοὺς εὐσεβείας ἔ[ργ]ωι καλλί[σ]- |
| [τω]ι οὐ μεικρὸν δοκιμεῖον ἀπέλιπεν, καὶ τῆς ἰδίας καλοκἀγα- | |
| [θίας] τῆι πρὸς {α(?)} τὰ τέκνα συνπερ[ιφ]ορᾶι καὶ ὁμονοίαι κάλλιστον | |
| [τεκμήριον] π[ρ]ὸς ἔπαινον ὑπελίπετο, τῆι δὲ τοῦ βασιλέως Εὐμένου | |
| [Σωτῆρος γυναικὶ] β̣ασιλίσσηι Στρατονίκηι ἐν ἅπασιν μ[ετ’] εὐνοίας | |
| 20 | [ἀεὶ προσεφέρετο, αὐτ(?)]ὴν γενομένην κοινωνὸν τέκνο[υ] τῆς ἰδί- |
| [ας φιλοστοργίας κοιν(?)]ωνὸν νομίσασα· διὸ καὶ στοιχοῦσα να- | |
| [— — — ἀποφθιμέ(?)]νη τιμῆς ἀθανάτου τέτευχεν ἐ[ν] | |
| [πᾶσιν ἀνθρώποις ἁγνὴ γενομ(?)]ένη πᾶσίν τε τοῖς Ἕλλησιν | |
| [καὶ πρὸ πάντων βασιλεῖ τε] Ε[ὐ]μένει Σωτῆρι καὶ τοῖς | |
| 25 | [ἄλλοις τέκνοις(?) — — —]#⁷Λ․ΤΙΑΟΙΜΕΝ |
| [— — —]ΤΟΙΣ ΠΡ#⁷ | |
| [— — —]ΕΙΣ |