IG II² 495
[ ] Att. — stoich. 29 — 303/2
1 [ἐπὶ] Λ̣εωστράτου ἄρχοντος ἐπὶ τ[ῆς Α]ἰ-
[αντί]δος δωδεκάτης πρυτανείας, [ἧι Δ]-
[ιόφ]α̣ντος Διονυσοδώρου Φηγούσιο[ς]
[ἐγρα]μμάτευε· Σκιροφοριῶνος ἕνηι κ-
5 [αὶ νέ]αι προτέραι, μιᾶι καὶ τριακοστ-
[ῆι] τῆς πρυτανείας· ἐκκλησία· τῶν προ-
[έδ]ρων ἐπεψήφιζεν Ἐπικράτης Φιλέο-
[υ] Λαμπτρεὺς καὶ συμπρόεδροι· ἔδοξε-
[ν] τῶι δήμωι· Στρατοκλῆς Εὐθυδήμου Δ-
10 [ι]ομεεὺς εἶπεν· ἐπειδὴ Ἀλκαῖος Ἡραί-
[ο]υ Αἴνιος διατρίβων παρὰ τῶι βασιλ-
[ε]ῖ Δημητρίωι διατελεῖ πράττων ἀγα-
[θ]ὸν ὅτι δύναται καὶ λόγωι καὶ ἔργω[ι]
[π]ερί τε τοὺς ἀφικνουμένους ἰδίαι [Ἀ]-
15 [θη]ναίων πρὸς τὸν βασιλέια καὶ κοι[ν]-
[ῆι] περὶ τὸν δῆμον τὸν Ἀθηναίων, ἀγα[θ]-
[ῆι] τύχει δεδόχθαι τῶι δήμωι ἐπαιν[έ]-
[σ]αι αὐτὸν ἀρετῆς ἕνεκα καὶ εὐνοία[ς]
[τῆ]ς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ [τ]-
20 [οὺς βα]σιλεῖς καὶ στεφανῶσαι χρυσ[ῶ]-
[ι στεφάν]ωι κατὰ τὸν νόμον Ἀλκαῖον [Ἡ]-
[ραίου Αἴνι]ον καὶ εἶναι αὐτὸν Ἀθ[ηνα]-
[ῖον καὶ ἐκγό]νους αὐτοῦ [κ]αὶ γράψασθ-
[αι φυλῆς καὶ δήμου καὶ φρατρίας — —]
Search Help
Contact Us