CIG 3857m
[ ] Phryg. — Upper Tembris Valley: Altıntaş — CIG 3857m, Add. p.1088; LBW 775 — JRS 18.1928.32,247 — GVI 675a
1 ἀέναον τόδε σῆμα πατὴρ εἵδρυσε θυγατρί, / ἀθανάτην τειμήν, μνημόσυνον δακρύων. /
μήτηρ δὲ ἡ βαρυπενθὰς ἐπὶ τέκνου ταχυμοίρου / ἐμαυτὴν ζῶσα συγκατέθηκα τάφῳ, /
εἵνεκον ἰστοργῆς δάκρυσι μυρομένα. / χαίροις, αἰσθλὲ ὁδεῖτα· σοφῷ νοῒ μάνυε τειμάν /
Πλούτωνος βασιλῆος ἐπιχθονίων ἀνθρώπων, / ᾧ χωρὶς μακάρων πάντες ὀφειλόμεθα. /
5 ἔστι γὰ<ρ> ἐν φθιμένοις Νέ-
μεσις μέγα, ἔστι ἐπὶ τύνβοις· μ̣[ὴ β]λάψῃς τύνβον, ἀλλὰ ἀναγνοὺς πάριθι. /
Τειμέας καὶ Νανα γονεῖς.
Search Help
Contact Us