IG II² 493
[ ] Att. — stoich. 26 — 303/2
frg. a.1 [θε]ο[ί]·
ἐπὶ Λεωστράτου ἄρχοντος ἐπὶ τῆ-
ς Αἰαντίδος δωδεκάτης πρυτανε-
ίας, ἧι Διόφαντος Διονυσοδώρου
5 Φηγούσιος ἐγραμμάτευεν· Σκιρο-
φοριῶνος δεκάτει ὑστέραι, τρίτ-
ει καὶ εἰκοστεῖ τῆς πρυτανείας·
ἐκκλησία κυρία· τῶν προέδρων ἐπ-
εψήφιζεν Δεξίμβροτος Ἀρκεσίλ-
10 ου Παιανιεὺς καὶ συμπρόεδροι· v
ἔδοξεν τῶι δήμωι· Καλλίας Λυσιμ-
άχου Ἕρμειος εἶπεν· ἐπειδὴ Νίκω-
ν Ἀβυδηνὸς ἐκ παντὸς τοῦ χρόνου
εὔνους ὢν διατελεῖ τῶι δήμωι τῶ-
15 ι Ἀθηναίων καὶ τοὺς ἀφικνουμέν-
ους Ἀθηναίων εἰς Ἄβυδον ἰδίαι τ-
ε εὖ ποιῶν διατελεῖ καὶ δημοσία-
ι πράττων ἀγαθὸν ὅτι δύναται ὑπ-
ὲρ τῆς πόλεως, καὶ ἐπὶ τοῦ πολέμο-
20 υ τοῦ προτέρου τῶν ἐκ τῆς ναυμαχ-
ίας πολλοὺς τῶν πολιτῶν συνδιέ-
σωισεν καὶ ἐφόδια δοὺς ἀπέστει-
λεν εἰς τὴν πόλιν, δεδόχθαι τ[ῶ]ι [δ]-
ήμωι, ἐπαινέσαι μὲν Νίκω[να Νικο]-
25 στράτου Ἀβυδηνὸν ἀρ[ετῆς ἕνεκα]
καὶ εὐνοίας τῆς ε[ἰς τὸν δῆμον τὸ]-
ν Ἀθηναίων κ[αὶ στεφανῶσαι αὐτὸ]-
ν χρυσῶ[ι στεφάνωι ἀπὸ ․ δραχμῶν]
ὅπως — — — — — — — — — — — — — —
frg. b.1 [— — — — — — —  ψῆφ]ον εἰς τὴν πρ-
[ώτην ἐκκλησίαν· ἀν]αγράψαι δὲ τό-
[δε τὸ ψήφισμα ἐν στ]ήλει λιθίνει
[καὶ στῆσαι ἐν ἀκρο]πόλει, εἰς δὲ τ-
5 [ὴν ἀναγραφὴν τῆς σ]τήλ[ης δ]οῦναι
[τὸν ταμίαν τοῦ δήμ]ου· ⋮𐅄⋮ δραχμὰ-
[ς ἐκ τῶν εἰς τὰ κατὰ ψ]ηφίσματα ἀν-
[αλισκομένων τῶι δ]ήμωι  vacat
Search Help