[ ]
Phryg. — Sebaste (Selçikler): Sivaslı — 3rd c. AD? — CIG 3871b, Add. p.1098; LBW 730 — JRS 16.1926.90,223 — SEG 6.185
1 | ἡ βουλὴ κ̣α̣ὶ̣ ὁ δῆμος |
ὁ Σεβαστ[ηνῶ]ν ἐτε<ί>- | |
μησαν Κλ[αυ]δί[α]ν Νε- | |
άρχου θυγατέρα | |
5 | Ἀμιαν, γυν[α]ῖκα φιλό- |
δοξον, ἀλείψ̣α̣σ̣αν | |
δὶς δρακτοῖς καὶ ἐ- | |
πιρύτοις ἀπαρατηρή- | |
τως καὶ πολυτελῶς, | |
10 | ἀναστρεφομένην φι- |
λ[οτε]ίμως πρὸς τὴν | |
[πόλι]ν καὶ εὐεργετοῦ- | |
[σαν τ]οὺς πολείτας ἀ- | |
ξί[ω]ς τοῦ τε γένους | |
15 | καὶ τῶν προγόνων εὐ- |
χαριστίας ἕνεκεν, τὴ[ν] | |
ἐπιμέλειαν ποιησαμέ- | |
νων τῆς ἀναστάσεως | |
Ἀρτεμιδώρου τοῦ Μη- | |
20 | νοφίλου καὶ Διογένους |
τοῦ Κώκου καὶ Ἀριστο- | |
κράτους τοῦ Ἀττάλου | |
καὶ Διονυσίου τοῦ Ζη- | |
νοδότου. |