[ ] Phryg. — Eumeneia (Işıklı) — Karayaşiler
1 [Ἐ]λ[π]ὶς Μελίτων[ος] τῷ ἰδίῳ ἀνδρὶ
κατεσκεύασεν τὸ ἡρῷον καὶ τὸν κατ’ αὐτοῦ βωμόν· ἐφ’ ᾧ αὐτὴ ἡ Ἐλπὶς
κηδευθήσεται καὶ Εὐτύχης καὶ Μελίτων, καὶ εἴ τινα ἄλλον βουληθῇ κηδε[ῦσ]αι
ζῶσα ἡ Ἐλπίς· μετὰ δὲ τὴν τελευτὴν αὐτῆς οὐδενὶ ἐξέσται τεθῆ[ν]αι ἑτέρῳ
5 [χ]ωρὶς τῶν προ[γεγραμ]μένων· ὃς δὲ ἂν ἐπι[τηδεύσει, θήσει] ἰς [τ]ὸ ἱερ[ώτατον
ταμεῖο]ν (δην.) ͵ε.
Search Help
Contact Us