[ ] Phryg. — Eumeneia (Işıklı): Yakasimak
1 Αὐρ. Ἀρίστων κατεσκεύασεν τὸ ἡρῷον
ἑαυτῷ καὶ τῇ γυναικὶ Ἀρίστῃ καὶ τῷ υἱῷ Ἀρίστωνι καὶ τῇ θυγατρὶ Ἡρα-
κλ[ει]διανῇ καὶ ταῖς θυγατράσιν [Γ]αιανῇ καὶ Ἡρακλειδιανῆ· ἑτέρῳ δὲ οὐδενὶ
ἐξὸν ἔσται τεθῆναι· εἴ τις δὲ ἐπιχειρήσει ἕτερον θεῖναί τινα, θήσει ἰς τὸν
5 φίσκον ͵η(?).

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server