[ ] Phryg., S. — Acıpayam Plain: Karahüyük — 115 BC — BCH 13.1889.334,4 — SAWW 183,3.1921.45,44 cf.
1 [— — — — — ἐπειδὴ Χάρης Ἀττάλ]ου [τοῦ]
[Τιμάρχου ἀνήρ ἐστι καλὸς κ]ἀγαθὸς ΧΕ
— — — — — — — — — — — —ης ἐκτενῶς κα[ὶ]
[μεγαλομερῶς — — —]ΜΕΙ[․] ἐγένετο ΙΜ[․]Ε
5 [․]ιδιος̣, καὶ ἐν [․]ΔΙΜΟΙΝΙΟΣΤΥΙΟΣανας
[․]Ο[․]σθεις ἐχειροτονήθη παιδονόμος
[․․] ἐ̣κτενῶς καὶ μεγαλομερῶς συνεστρ[ά]-
[φη], ἅτε καρτερῶν ἔν τε τοῖς διδασκάλοι[ς]
[καὶ] ἐν τῶι γυμνασίωι [τῇ](?) ἐπ[ὶ] τοῖς παισὶν [εὐ]-
10 [νο]ίαι ἑαυτοῦ, ἐποιήσατο δὲ καὶ γεΙΛ̣[—]
λ̣ίας τοῖς τε παισὶν καὶ παιδευταῖς, [γυ]-
[μ]νασιαρχήσας τε ἐπὶ ἱερέως Χρυσίππ[ο]-
[υ] τοῦ Ἀντιόχου ἔτους ἐν[νε]ακαιδεκά[το]-
[υ] καὶ βουλόμενος στοιχεῖν τοῖς πρα-
15 [σσο]μένοις τῆς τε εὐκοσμίας ἐπεμελ̣[ήθη]
[κ]αὶ τῆς παιδείας τῶν ἐφήβων, ἔθηκε δ̣[ὲ]
καὶ ἄ[λ]ειμα {²⁶ἄλειμμα}²⁶ παρ’ ἑαυτοῦ δι’ ὅλου τοῦ ἐν[ιαυ]-
τοῦ σὺν ἐνβολίμωι μῆνας δέκα [τρε]-
[ῖ]ς τοῖς τε ἐφήβοις καὶ νέοις καὶ τοῖς
20 ἐπιδημοῦσιν ξένοις ὁμοίως δὲ κα[ὶ ἐπ]-
[ά]λ̣ειμμα, ἐπετέλεσεν δὲ καὶ διαδρομὰς [πολ]-
[λὰ]ς(?), πρός τε τούτοις φιλαγαθῶν ἐπεμ̣[ελή]-
[σ]ατο κατασκευάσαι ἐν τῶι γυμνασίω[ι]
[ἐ]ξέδραν καὶ ἐν τοῖς λοιποῖς φιλαγά[θω]-
25 [ς] ἀναστρα[φ]εὶς ἐπίσημον τὴν ἑαυτοῦ [ἀρε]-
[τ]ὴν κατέστησεν κοινῆι τε πᾶσιν το[ῖς πο]-
[λ]ίταις καὶ ἰδίαι ἑκάστωι προσφερόμε[νος καὶ]
γνησίως στοιχῶν ἐν πᾶσιν τῇ ἑαυτοῦ κα[λοκ]-
αγαθίαι, δίκαιον δὲ ἐσ[τ]ιν τοὺς οὕτως ἐ[κτε]-
30 [ν]ῶς τε καὶ φιλανθρώπως ἀναστρεφο[μέν]-
ους τυνχάνειν παρὰ τοῦ δήμου τῆς ἐ[πιβα]-
λ̣λούσης τιμῆς ὅπως οἵ τε φιλάγαθοι [καὶ ἐ]-
[κ]τενεῖς τῶν ἀνδρῶν θεωροῦντες [τὴν]
[τ]οῦ πλήθους εὐχαριστίαν διπλασιάζω[σιν κ]-
35 [α]λοκαγαθίαι, οἵ τε λοιποὶ ἀποβλέποντε[ς τ]-
ὴν vvv τῶν ἀνδρῶν διαγωγὴν ζηλωταὶ γ[ίνωντα]-
[ι] τῶν καλλίστων· δεδόχθαι τῇ βουλῇ καὶ τῶ[ι δήμω]-
[ι] ἐπῃνῆσθαί τε Χάρητα Ἀττάλου τοῦ Τιμά[ρχου ἐ]-
[πὶ] τοῖς προκειμένοις ἄνδρα καλὸν καὶ ἀγα[θ]-
40 [ὸν], τιμῆσθαι δὲ αὐτὸν καὶ εἰκόνι χαλκῇ, ἀνασ[τῆσαι]
[δ]ὲ αὐτοῦ τὴν εἰκόνα ἐπὶ βάσεως λευκο[λίθου]
[ἐν] τῇ ἀγορᾶι ἐν τῶι ἐπιφανεστάτωι τόπωι [οὗ ἂν]
[αὐ]τὸς προαί[ρ]ηται, ἐπιγραφῆς γενομένης [ἐπὶ το]-
[ῦ] βήματος τῆς εἰκόνος τῆσδε· "ὁ δῆμος ἐ[τίμ]-
45 [η]σεν Χάρητα Ἀττάλου τοῦ Τιμάρχου ἀρετ[ῆς]
ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμ[ον]",
τὸ δὲ εἰς ταῦτα ἐσόμενον ἀνήλ[ωμα ὑ]-
[π]έσχετο δώσειν ὁ Χάρης φιλανθρώπ[ω]-
[ς] τούτοις χρώμενο[ς], καλεῖσθαι δὲ αὐτὸν κα[ὶ εἰς πρ]-
50 [ο]εδρίαν ἐν τοῖς συντελουμένοις καθ’ ἕκαστο[ν ἐνιαυ]-
[τ]ὸν γυμνικοῖς ἀγῶσιν καὶ στεφανοῦσθαι [χρυσῶι στ]-
εφάνωι, τῆς δὲ ἀναγορεύσεως ποιεῖσθαι τὴ̣[ν ἐπιμέλει]-
αν τὸν καθ’ ἕκαστον ἐνιαυτὸν γραμματέα τ[ε κα]-
[ὶ] τὸν ἀγωνοθέτην, εἶναι δὲ αὐτῶι καὶ ἔφοδον κ̣[α]-
55 [ὶ] σίτησιν ἐν πρυτανείωι, ἀνασταθῆναι δὲ αὐτο[ῦ καὶ]
[στή]λην ἐπὶ τῆς βάσεως ἢ παρὰ τὴν βάσιν λε[υκόλιθον],
[καὶ] ἀναγραφήτω τόδε τὸ ψήφισμα, τὴν δ[ὲ ἐπιμέλειά]-
[ν] τε τῆς βάσεως τῆς εἰκόνος καὶ τῆς σ[τήλης ποιεῖ]-
σθαι τοὺς ἐν ἐκείνωι τῶι καιρῶι στρ[ατηγοὺς καὶ αὐτ]-
60 ὸς κληθεὶς ταῦτα ἀν<ή>λωματ[α καθὼς προγέγραπτα]-
ι. {²vac.}²
Search Help
Contact Us