[ ] Phryg., S. — Acıpayam Plain: Dodurga — 193 BC — BCH 9.1885.324-330 — Rob., Hell. 7.1949.8-17 — OGIS 224; Welles 36/37
1 [Ἀναξίμ]βροτος Διονυτᾶι χαίρειν· τοῦ γρα-
[φέντ]ος παρὰ τοῦ βασιλέως προστάγματος
[περ]ὶ τοῦ ἀποδεδεῖχθαι τῆς βασιλίσσης
[ἀ]ρχιέρειαν τῶν ἐν τῆι σατραπείαι Βερενίκην
5 τὴν Πτολεμαίου τοῦ Λυσιμάχου θυγατέρα
κατακεχώρισται τὸ ἀντίγραφον· ἐπακολουθῶν
οὖν τοῖς ἐπεσταλμένοις συντέλει καθ’ ἃ
οἴεται δεῖν, ἵνα δὲ καὶ τὰ ἀντίγραφα ἀναγρα-
φέντα εἰς στήλην λιθίνην ἀνατεθῆι ἐν τῶι
10 ἐπιφανεστάτωι τόπωι προνοήθητι.
      ἔρρωσο. [θ]ι̣ρʹ, Ἀρτεμισίου ιθʹ.
βασιλεὺς Ἀντίοχος Ἀναξιμβρότωι χαίρειν·
βουλόμενοι τῆς ἀδελφῆς βασιλίσσης Λαοδίκης
[τὰ]ς τιμὰς ἐπὶ πλεῖον αὔξειν καὶ τοῦτο ἀναγ-
15 [καιό]τατον ἑαυτοῖς νομίζοντες εἶναι διὰ τὸ
[οὐ] μόνον ἡμῖν φιλοστόργως καὶ κηδεμονι-
[κῶς] αὐτὴν συμβιοῦν, ἀλλὰ καὶ πρὸς τὸ θεῖ-
[ον ε]ὐσεβῶς δια[κ]εῖσθαι, καὶ τὰ ἄλλα μὲν
[ὅσα πρ]έπει καὶ δίκαιόν ἐστι παρ’ ἡμῶν αὐτῆι
20 [συνα]ντᾶσθαι διατελοῦμεν μετὰ φιλοσ-
[τ]ο[ρ]γίας ποιοῦντε[ς, κρ]ίνομεν δὲ καθάπερ
[ἡμ]ῶ̣ν [ἀπο]δείκ[ν]υν[ται] κατὰ τὴν βασιλεί-
[αν ἀρχ]ιερεῖς, καὶ ταύτης καθίστασθαι
[ἐν τ]οῖς αὐτοῖς τόποις ἀρχιερείας αἳ φο-
25 [ρ]ήσουσιν στεφάνους χρυσοῦς ἔχοντας
[εἰκόνας αὐ]τῆς, ἐπιγραφήσονται δὲ καὶ ἐν
[τοῖς] συναλλάγμασι μετὰ τοὺς τῶν
[προγόν]ων καὶ ἡμῶν ἀρχιερεῖς· ἐπεὶ οὖν
ἀποδέδεικται ἐν τοῖς ὑπὸ σὲ τόποις
30 [Βερ]ενίκη ἡ Πτολεμαίου τοῦ Λυσιμάχου
τ̣ο̣ῦ̣ [σύν(?)]οντος ἡμῖν κατὰ συγγένειαν θυγάτηρ,
συντελείσθω πάντ[α] τοῖς προγεγραμμέ-
νοις ἀκολούθως, καὶ τὰ ἀντίγραφα τῶν
ἐπιστολῶν ἀναγραφέντα εἰς στήλας
35 ἀνατεθήτω ἐν τοῖς ἐπιφανεστάτοις
τόποις, ὅπως νῦν τε καὶ εἰς τὸ λοιπὸν
πᾶσιν φανερὰ γίνηται ἡ ἡμετέρα καὶ ἐν τού-
[τοις] π[ρ]ὸς τὴν ἀδελφὴν π[ρ]οαίρεσις.
Search Help
Contact Us