[ ] Att. — stoich. 23 — 304/3 — IG II² 483 Add. (pt. 1.2 p. 661)
1 ἐπὶ Φερεκλέους ἄρχοντος ἐπ-
ὶ τῆς Οἰνεῖδος ἑβδόμης πρυτ-
ανείας, ἧι Ἐπιχαρῖνος Δημοχ-
άρους Γαργήττιος ἐγραμμάτ-
5 ευεν· Γαμηλιῶνος δευτέραι μ-
ετ’ εἰκάδας, ἐνάτει καὶ εἰκοσ-
τεῖ τῆς πρυτανείας· ἐκκλησί-
α· τῶν προέδρων ἐπεψήφιζεν Φ-
υλαξίας Φανίου Ἀναγυράσιο-
10 ς καὶ συμπρόεδροι· ἔδοξεν τῶ-
ι δήμωι· Εὐβουλίδης Εὐβούλο-
υ Ἐλευσίνιος εἶπεν· ἐπει[δ][Φ]-
ειδίας ὁ ἰατρὸς διατελεῖ πρ-
άττων τὰ συμφέροντα τῶι δήμ-
15 ωι τῶι Ἀθηναίων καὶ τοὺς δεο-
μένους Ἀθηναίων θεραπεύων
[φ]ιλοτίμως καὶ νῦν ἐπιδέδω[κ]-
[ε]ν ἑαυτὸν δηνοσιεύειν δωρε-
[ὰ]ν ἐνδεικνύμενος τὴν εὔνοι-
20 αν ἣν ἔχει πρὸς τὴν πόλιν, ἀγα-
θεῖ τύχει δεδόχθαι τῶι δήμω-
ι ἐπαινέσαι Φειδίαν Ἀπολλ[ω]-
νίου Ῥόδιον εὐνοίας ἕνεκα [κ]-
αὶ ἐπιμελέας ἣν ἔχων διατελε-
25 ῖ πρὸς τὸν δῆμον τὸν Ἀθηναίω-
ν καὶ στεφανῶσαι αὐτὸν θαλλ-
οῦ στεφάνωι· ἀναγραψαι δὲ τό-
δε τὸ ψήφισμα τὸν γραμματέ[α]
τὸν κατὰ πρυτανείαν ἐν στή[λ]-
30 ει λιθίνει καὶ στῆσαι ἐν τῶ[ι]
Ἀσκληπιείωι
        vacat 0.40
Search Help