MAMA IV 275B
[ ] Phryg. — Dionysopolis: Apollo Lairbenos — 225/6 AD
I.1 ἔτους σξβʹ μηνὸς Ξαν-
δικοῦ· Ὀλυνπιὰς Διο-
νυσίου Βλαουνδηνὴ
ἡ καὶ Μο(τελληνὴ) καταγράφω Νεί-
5 κωνα βʹ τὸν υἱόν μου
Ἡλίω Ἀπόλλωνι Λαιρ-
μηνῶ, καὶ ἄν τις ἀντεί-
πη θήσει εἰς τὸν θε-
ὸν  βφʹ ❦ καὶ εἰς τὸν
10 φίσκον ἄλλα (δην.) ͵βφʹ.
II.11 ἔτους τιʹ μη(νὸς) γʹ, ζʹ. Αὐρ.
Νειγροα Μοτεληνὸς
Ἀλεξάνδρου Διοδώρα
γυνή μου Ἡλίων Ἀπόλλωνι
15 Λερμηνῶ καταγράφωμεν
Ἀγαθῖνον θρέμενον
ἑαυτῶν· εἴ τις δ’ ἂν ἐπενκαλέσι
προστίμου (δην.) ͵βφʹ, ἄλα {²⁶ἄλλα}²⁶ εἰς
τὸ ταμῖον (δην.) ͵βφʹ.
Search Help
Contact Us