[ ] Phryg. — Apollonia (Uluborlu) — 14-19 AD — RG ch. 26
I.A {²Top text:}²
1 [τοὺς κοινούς τε καὶ ἰδίους θεοὺς Σε]βαστοὺς καὶ τοὺς π[αῖδας αὐτῶν ὁ δῆμος Ἀπολλωνιατῶν Λυκίων Θραικῶν κολώνων].
II.A.1a {²Middle text:}²
2 [Γερμανικῶι. Τιβερίωι Καίσαρι.] θεῶι Σε[βαστῶι. Ἰουλίαι Σεβαστῆι. Δρούσωι.]
III.2a                                                      ... [ἔνπροσ]-
D.3 [θεν ἱστόρησεν ἐπὶ Ῥώμης] | [γ]εγονέναι Ποπλίω Σουλπικίω καὶ Γαΐωι
[Οὐαλγίωι ὑπάτοις].        |
5 [βωμὸν Τύχης Σωτηρί]|[ου ὑ]πὲρ τῆς ἐμῆς ἐπανόδου πρὸς τ[ῆ]
[Καπήνη πύλη <ἡ> σύνκλη]|[τος ἀ]φ̣ιέρωσ[εν, πρὸς ὧ τοὺς ἱερε[ῖς καὶ]
[τὰς ἱερείας ἐνιαύσιον] | [θυσίαν π]οιεῖν ἐκέλευσ[εν ἐν ἐκείνη τῆ]
[ἡμέρα ἐν ἧ ὑπάτοις | Κοίντωι Λουκρητίωι καὶ Μάρκωι Οὐι]-
[νουκίωι {²κτλ.}² — — —]
10
AE.3 ... σειτομετρουμένω δή[μω ἔδωκα    | [οὗτος ἀριθμὸς πλείων]
εἴκοσι μυριάδων ὐπῆ[ρχεν].           |
5 χρήματα ἃ ἐν ὑπατεία τ[ετάρτη ἐμῆ κα]|[ὶ μετα ταῦτα ὑπάτοις Μαρ]-
κω Κράσσω καὶ Ναί[ω Λέντλω Αὔγου]|ρι ταῖς πόλεσιν ἠρίθμησα]
ὑπὲρ ἀγρῶ[ν] οὓ[ς ἐμέρισα τοῖς στρα]|[τιώταις κεφαλαίου ἐγένον]-
ο ἐν Ἰταλία μὲν μύριαι πεντα]|[κισχείλιαι μυριάδες], ...
8a                    {²One line missing.}²
B.9 [ἑξακισχίλιαι πεντακόσιαι· τοῦτο πρῶτος καὶ μόνος ἁπάν]-
10 [των ἐποίησα τῶν καταγαγόντων ἀποικίας στρα]τι[ω]τῶν [ἐν Ἰτα]-
[λία ἢ ἐν ἐπαρχείαις μεχρὶ τῆς ἐμῆς ἡ]λικίας, καὶ μετ[έπειτα Τιβε]-
ίωι Νέρωνι καὶ Ναίωι Πείσωνι ὑπά]τοις καὶ πάλιν Γα[ΐωι Ἀν]-
[θεστίωι καὶ Δέκμωι Λαιλίωι] ὑπάτοις καὶ Γαίωι Καλουεισίω[ι καὶ Λου]-
5 [κίωι Πασσιήνωι ὑπάτοι]ς καὶ Λουκίωι Λέντλωι καὶ Μάρκωι Μεσ[σάλλαι]
[ὑπάτοις καὶ Λουκίωι] Κανεινίωι καὶ Κοίντωι Φαβρικίωι ὑπάτ[οις]
[τοῖς στρατιώται]ς ἀπολυομένοις οὓς κατήγαγον εἰς τὰς
[ἰδίας πόλεις φιλαν]θρώπου ὀνόματι ἔδωκα ἐνγὺς μυριάδας
[μυριας. τετράκις χ]ρήμασιν ἐμοῖς ὑπέλαβον τὸ αἰράριον εἰς ὃ κατή-
10 [νενκα <τρισ>χειλίας ἑπτ]ακοσίας πεντήκοντα μυριάδας, καὶ Μάρκωι Λε-
[πίδωι καὶ Λουκίωι] Ἀρρουντίωι ὑπάτοις εἰς τὸ στρατιωτικὸν αἰράριο[ν],
[ὃ τῆ ἐμῆ γνώμη κατέ]στη ἵνα ἐξ αὐτοῦ [αἱ] δωρεαὶ τοῖς ἀπολυομένοις στρατ[ι]-
[ώταις δίδωνται οἳ εἴκ]οσι ἐνιαυτοὺς ἢ πλείονας ἐστρατεύσαντο μυριάδας τε-
[τρακισχειλίας διακο]σ̣ίας πεντήκοντα ἐκ τῆς ἐμῆς ὑπάρξεως κατήνενκ[α].
15 [ἀπ’ ἐκείνου τοῦ ἐνιαυτοῦ] ἐξ οὗ Ναῖος καὶ Πόπλιος Λέντλοι ὕπατοι ἐγένοντο
[ὅτε ὑπέλειπον αἱ δη]μόσιαι πρόσοδοι ἄλλοτε μὲν δέκα μυριάσιν ἄλ-
[λοτε δὲ πλείοσιν σει]τικὰ{ι}ς {²⁶σειτικὰς}²⁶ καὶ ἀργυρικὰς συντάξεις [ἐ]κ τῆς ἐμῆς ὑπάρ-
[ξεως ἕδωκα. βουλ]ευτήριον καὶ τὸ πλησίον αὐτῶ χαλκιδικόν, ναόν
[τε Ἀπόλλωνος ἐν Π]αλατίω σὺν στοαῖς, ναὸν θεοῦ Ἰουλίου, Πανὸς ἱερόν,
20 [στοὰν πρὸς ἱπποδρόμ]ω τῶ προσαγορευομένω Φλαμινίωι ἣν εἴασα προσαγορεύ-
[εσθαι ἐξ ὀνόματος] ἐκείνου Ὀκταουΐαν ὃς πρῶτος αὐτὴν ἀνέστησεν,
[ναὸν πρὸς τῶ μεγάλ]ω ἱπποδρόμωι, ναὸν ἐν Καπετωλίω Διὸς τροπαιοφό-
[ρου καὶ Διὸς βροντ]ησίου, ναὸν Κυρείνου, ναοὺ[ς] Ἀθηνᾶς καὶ Ἥρας β̣α̣σ̣[ι]-
[λίδος καὶ Διὸς ἐλε]υ̣θερίου ἐν Ἀουεντίνω, Ἡρώων πρὸς τῆι ἱερᾶ ὁδ[ῶ, θε]-
25 [ῶν κατοικιδίων ἐν Οὐ]ελία, ναὸν Νεότητος, ναὸν Μητρὸς θεῶν ἐν Πα[λα]-
[τίω ἐποίησα. Καπιτ]ώλιον καὶ τὸ Πομπηΐου θέατρον ἑκάτερον τὸ ἔργον ἀ-
[ναλώμασιν μεγίστοις ἐ]πεσκεύασα ἄνευ ἐπιγραφῆς τοῦ ἐμοῦ ὀνόματος. ἀγω-
[γοὺς ὑδάτων ἐν πλείσ]τοις τόποις τῆι παλαιότητι ὀλισθάνοντας ἐπεσκεύα-
[σα καὶ ὕδωρ τὸ καλούμ]ενον Μάρτιον ἐδίπλωσα πηγὴν νεὰν εἰς τὸ ῥεῖθρον
30 [αὐτοῦ ἐποχετεύσας]. ἀγορὰν Ἰουλίαν καὶ βασιλικὴν ἥτις ἦν μετα[ξὺ]
[τοῦ τε ναοῦ τῶν Διοσκόρω]ν καὶ Κρόνου προκαταβεβλημένα ἔργ[α ὑπὸ τοῦ]
[πατρός μου ἐτελείωσα] καὶ τὴν αὐτὴν βασιλι[κὴν κατακαυθεῖσαν ἐν]
[αὐξηθέντι ἐδάφει αὐτῆς ἐ]ξ ἐπιγραφ[ῆς ὀνόματος τῶν ἐμῶν υἱῶν] ...
33a                    {²Six lines missing.}²
                                                     ... [πεντακισ]-
C.1 [χειλίω]ν καταφερούσαις ταῖς ἐν Ἰταλία πολειτ̣[είαι]ς κα[ὶ ἀποικίαις συνεχώρησα τὸ
[πέμπ]τον ὑπατεύων καὶ ὕστερον ὁσάκις αὐτοκρ[άτωρ προσηγορεύθην]
[τὰ]ς̣ ε̣ἰς τὸν στέφανον ἐπανγελίας οὐκ ἔλαβον [ψηφιζομένων τῶν πολει]-
[τειῶν] καὶ ἀποικιῶν μετὰ τῆς αὐτῆς προθυμίας ὡς τὸ [αὐτὸ πρὶν ἐψηφίσαντο].
5 [τρὶς μ]ονομαχίας ἔδωκα τῶι ἐμῶ ὀνόματι καὶ πεν[τάκις τῶν ἐμῶν υἱῶν ἢ υἱ]-
ωνῶν, ἐν αἷς μονομαχίαις ἐπύκτευσαν ὡς μύρι[οι. δὶς ἀθλητῶν πάντοθεν με]-
τακεκλημένων τὴν τοῦ ἀγῶνος θέαν τῶι δήμ[ωι παρέσχον τῶι ἐμῶι ὀνόματι]
καὶ τρίτον τοῦ ἐμοῦ υἱωνοῦ. θέας ἐποίησα δι’ ἐμ[οῦ τετράκις διά τε τῶν ἄλλων]
ἀρχῶν ἐν μέρει τρὶς καὶ εἰκοσάκις. ὑπὲρ τῶν δεκά[πεντε ἀνδρῶν ἔχων συνάρχοντα]
10 Μᾶρκον Ἀγρίππαν θέας τὰς δι’ ἑκατὸν ἐτῶν [γεινομένας ὀνομαζομένας]
σαικλάρεις ἐποίησα Γαΐωι Φουρνίωι καὶ Γα̣[ΐωι Σειλανῶι ὑπάτοις. ὕπατος]
τρεισκαιδέκατον θέας Ἄρει πρῶτος ἐποίη[σα ἃς μετ’ ἐκεῖνον χρόνον ἑξῆς τοῖς μετέ]-
πειτα ἐνιαυτοῖς δόγματι συνκλήτου καὶ νόμωι ἐπ̣[οίησαν οἱ ὕπατοι. θηρομαχίας τῶι δήμωι τῶν]
ἐκ Λιβύης θηρίων ἐμῶι ὀνόματι ἢ υἱῶν ἢ υἱων[ῶν ἐν τῶι ἱπποδρόμωι ἢ ἐν τῆι ἀγορᾶι ἢ ἐν τοῖς]
15 ἀμφιθεάτροις ἔδωκα ἑξάκις καὶ εἰκοσάκις, ἐν [οἷς κατεσφάγη θηρία ἐνγὺς τρεισχείλια]
καὶ πεντακόσια. ναυμαχίας θέαν τῶι δήμ[ωι ἔδωκα πέραν τοῦ Τιβέριδος ἐν ὧ τό]-
πω νῦν ἐστιν ἄλσος Καισάρων ἐκκεχωσμ[ένης τῆς γῆς εἰς μῆκος χειλίων ὀκτα]-
κοσίων ποδῶν ἐπὶ πλάτος χειλίων διακ[οσίων, ἐν ἧ τριάκοντα ναῦς ἔμβολα ἔ]-
χουσαι τριήρεις ἢ δίκροτοι αἱ δ’ ἥσσονες πλεί[ους ἐναυμάχησαν. ἐν τούτωι τῶι στόλωι ἠ]-
20 γωνίσαντο ἔξω τῶν ἐρετῶν πρόσπου ἄν[δρες τρισχείλιοι].
[εἰς ν]αοὺς πασῶν πόλεων τῆς Ἀσίας νική[σας τὰ ἀναθέματα ἀποκατέστησα ἃ]
κατεσχήκει ἱεροσυλήσας ὁ ὑπ’ ἐμοῦ κ[αταγωνισθεὶς πολέμιος. ἀνδριάντες πεζοὶ καὶ]
ἔφιπποί μου καὶ ἐφ’ ἅρμασιν ἀργυροῖ [εἱστήκεισαν ἐν τῆ πόλει ἐνγὺς ὀγδοήκον]-
τα, οὓς αὐτὸς ἦρα. ἐκ τούτο[υ τε τοῦ χρήματος ἀναθέματα χρυσᾶ ἐν τῶ ναῶ]
25 τοῦ Ἀπόλλωνος τῶ τε ἐμῶ ὀν[όματι καὶ ἐκείνων οἵτινές με τούτοις τοῖς ἀνδριᾶ]-
σιν ἐτίμησαν ἀνέθηκα. θάλ[ασσαν πειρατευομένην ὑπὸ ἀποστατῶν δούλων εἰ]-
ρήνευσα ἐξ ὧν τρεῖς που μυριάδ[ας τοῖς δεσπόταις εἰς κόλασιν παρέδωκα. ὤμο]-
σεν εἰς τοὺς ἐμοὺς λόγους [ἄπασα ἡ Ἰταλία ἑκοῦσα κἀμὲ πολέμου ὧ ἐπ’ Ἀκτί]-
ω ἐνείκησα ἡγεμόνα ἐξ[ητήσατο. ὤμοσαν εἰς τοὺς αὐτοὺς λόγους ἐ]-
30 παρχείαι Γαλατία Ἱσπανία Λι[βύη Σικελία Σαρδώ. οἱ ὑπ’ ἐμαῖς σημέαις τότε στρατευσάμε]-
νοι ἦσαν συνκλητικοὶ πλε[ίους ἑπτακοσίων· ἐν αὐτοῖς οἳ ἢ πρότερον ἢ μετέπει]-
τα ἐγένοντο ὕπατοι ἄχρι ἐ[κείνης τῆς ἡμέρας ἐν ἧ ταῦτα γέγραπται ὀγδοή]-
κοντα τρεῖς, ἱερεῖς πρόσ[που ἑκατὸν ἑβδομήκοντα].
[πασῶ]ν ἐ[πα]ρχειῶν δή[μου Ῥωμαίων αἶς ὅμορα ἦν ἔθνη τὰ μὴ ὑποτασσόμενα] ...
35                    {²Six lines missing.}²
Search Help
Contact Us