[ ] Phryg. — Apollonia (Uluborlu) — 222 AD
1          [ἔτους ζμσʹ].
γειαρότας δοιοὺς τούσδ’ ἐθέμην Σαγαρις
ἀντὶ βοῶν ζώντων τοὺς Δοκιμεῖς ἀρότας,
οὓς ἐσάωσε θεὸς ὅτε βούβρωστις κατὰ γαῖαν
5 σαρκοβόρος δεινή τε φόνον βρείθουσα ἄλυκτ[ον]
κόσμον ἐπέσχετ<ο> πάντα· ἐμοὶ φύγον ἐ<κ> καμάτ̣[οιο]
ἐργατιναὶ καλοὶ ξανθοὶ γαίης ἀροτῆρε[ς]·
καὶ βόας ἐρρύσω ψυχὰς δὲ βροτῶν ἐσάωσ[ας]
[καὶ Γαλατῶν γαίης ἤγαγες ἐς πατρίδα],
[υἷά τ’ ἐμὸν κύδηνας ἐνι Τρόκμοις ζαθέοισι].
10 [τοὔνεκεν οὐ μέγα δῶρον ἐγὼ τὸν βωμὸν ἔθηκα],
[τίς γὰρ δῶρον ἄνακτι θεῶν ἀντάξιον εὕροι;]
Search Help
Contact Us