[ ] Phryg., N. — Appia (Pınarcık-Abya) — Yapılcan — 244-247 AD
1               ἀγαθῇ         τύχῃ.
Imp(erator) Caes(ar) M. 〚[Iul. P]hi[lippus p(ius) f(elix) Aug(ustus)]〛 et 〚M. Iul. Philippu〛s n[o]bi[l]issimus Caes(ar) M. Au[r. Eglecto]
pe[r] Didymum mili(tem) cen(tenarium) frum(entarium) proconsul{e} v(iro) c(larissimo) perspecta fide eorum quae [adlegastis si]
quid iniuriose geratur, ad sollicitudinem suam revocabit. AE {²⁷XAE?}²⁷.
5 Αὐτοκράτορι Κέσαρι Μ. 〚Ἰουλίῳ Φιλίππῳ〛 Εὐσεβεῖ Εὐτυχεῖ Σεβ(αστῷ) κὲ 〚Μ. Ἰουλίῳ〛
〚Φιλίππῳ〛 ἐπιφανεστάτῳ Κέσαρι δέησις παρὰ Αὐρηλίου Ἐγλέκτ[ου — —]-
νου τῶν Ἀραγουηνῶν παροίκων κὲ γεωργῶν τῶν ὑμετέρων [τοῦ ἐν τῇ Ἀππι]-
ανῇ δήμου κοινο<ῦ> Μοιτεανῶν Σοηνῶν τῶν κατὰ Φρυγίαν τόπων διὰ τοῦ [φρουμενταρίου]
στρατιώτου· vv πάντων ἐν τοῖς μακαριωτάτοις ὑμῶν καίροις εὐσεβέσ[τατοι κὲ ἀλυ]-
10 πότατοι τῶν πώποτε βασιλέων, ἤρεμον καὶ γαληνὸν τὸν βίον διαγ[όντων πάσης πο]-
νηρίας κὲ διασεισμῶν πεπαυμένων, μόνοι ἡμεῖς ἀλλότρια τῶν ε[ὐτυχεστάτων]
καιρῶν πάσχοντες τήνδε τὴν ἱκετείαν [ὑ]μεῖν προσάγομεν. ἔχε[ι δὲ τὸ τῆς διηγ]-
ήσεως ἐν τούτοις· v χωρίον ὑμέτερόν [ἐ]σμεν, ἱερώτατ[οι Καίσαρες {²⁷βασιλεῖς?}²⁷, δῆ]-
μος ὁλόκληρος οἱ καταφεύγοντες κὲ γεινόμενοι τῆς ὑμετέρας [οὐσίας γεώργοι, δια]-
15 σειόμεθα δὲ παρὰ τὸ ἄλογον κὲ παραπρασσόμεθα ὑπ’ ἐκείνων ο[ἷς σώζειν τὸ δημό]-
σιον ὀφ‵ί′λει· μεσόγειοι γὰρ τυγχάνοντες κὲ μ[ή]τε παρὰ στρατ[οπέδοις ὄντες πάσ]-
χομεν ἀλλότρια τῶν ὑμετέρων μακαριωτάτων καίρων· [διοδεύοντες γὰρ]
τὸ Ἀππιανῶν κλίμα παραλιμπάνοντες τὰς λεωφόρους ὁ[δοὺς οἵ τε στρα]-
τιῶται κὲ δυνάσται τῶν προυχόντων κ[ατ]ὰ τὴν πόλιν Ἀ[ππίαν κὲ δοῦλοι ὑ]-
20 μέτεροι ἐπεισε[ρ]χόμενοι κὲ καταλιμπάνοντες τὰς λε[ωφόρους ὁδοὺς κὲ ἀπὸ τῶν]
ἔργων ἡμᾶς ἀφίσταντες κὲ τοῦς ἀροτῆρας βόας ἀνγ[αρεύοντες τὰ μηδὲν ὀφει]-
λόμενα αὐτοῖς παραπράσσουσιν· κὲ συμβαίνει οὐ [τὰ τυχόντα ἡμᾶς ἐκ τοῦ τοι]-
ούτου ἀδικεῖσθαι διασειομένους· περὶ ὧν ἁπά[ντων ἤδη ἐγράφη πρὸς τὸ σόν, ὦ]
Σεβαστέ, μέγεθος, ὁπότε τὴν ἔπαρχον διεῖπε[ς ἀρχὴν ἐμφαίνοτες τὸ γεγο]-
25 νός. ὅπως περὶ τούτων ἐκεινήθη σου ἡ θ[ειότης, ἡ ἀντιγραφὴ δηλοῖ ἡ]
ἐντεταγμένη· quae libe[l]lo conplexi esti[s, ad proco(n)s(ulem) misimus]
qui dabit operam ne d[iu]tiu{i}s {²⁶diutius}²⁶ querell[is locus sit].
ἐπειδὴ οὖν οὐδὲν ὄφελο[ς ἡ]μεῖν ἐκ ταύτης τ[ῆς δεήσεως γέγονε, συνβέ]-
βηκεν δὲ ἡμᾶς κατὰ τὴν ἀγροικίαν τὰ μὴ ὀφει[λόμενα παραπράσσεσθαι, ἐ]-
30 πενβαινόντων τινῶν κὲ συνπατούντων ἡμᾶς π[αρὰ τὸ δίκαιον, ὡσαύτως δ]-
ὲ ὑπὸ τῶν Κεσαριανῶν οὐ τὰ τυχόντα δι[ασ]είεσ[θαι καὶ τὰ ἡμέτερα ἐξ]-
[αναλί]σκεσθαι κὲ τὰ χωρία ἐρημοῦσθαι κὲ ΛΛ․[— — —· μεσόγειοι γὰρ]
[τυγχάνοντε]ς καὶ οὐ παρὰ τ[ὴν ὁ]δὸν κατοικοῦντες [— — —]
[— — —] δυνάμενα [․․․․․] ταύτη ․ΕΜΙ․Χ[— — —]
35 — — —
Search Help
Contact Us