Anth.Gr. 7:331
[ ] Phryg. — Oraka — Anth.Pal. 7.331 — GVI 676 w/ Gnomon 31.1959.13
1 τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φροῦρις,
  ἄξιον ἡμετέρης εὐσεβίης στέφανον.
λείπω δ’ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων,
  πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης.
5 μουνόγαμος θνῄσκω, δέκα δ’ ἐν ζωοῖσιν ἔτι ζῶ
Νυμφική, εὐτεκνίης καρπὸν ἀειραμένη.
Search Help
Contact Us