[ ] Aeol. — Kyme: Çakmakli — late Hellenistic period — EA 1 (1983) 93, 3 — SGO 1 (1998) 05/03/10
1 [— — — — — —]σ̣τ̣ας Διονύσιος ἠδέ νυ μάτηρ
[Ἑ]ρμιόνη στυγεροὺς παιδὶ χέαντο γόους,
π̣ατρὶς δὲ ξύνπασα καταφθίμενον στενάχησεν
Καλλῖνον, κεδνᾶς εἵνεκα σωφροσύνας·
5 ἦ γὰρ ὁ γ’ ἐξ ἀρετᾶς νόον ἴδετο σύντροφον αἰδοῖ
  στέργων καὶ πινυτᾷ πειθόμενος σοφίαι.
ἀλλὰ τὸν ἁμερίοισι προσηνέα πᾶς τις ὁδιτῶν
  αἰνείτω πέμπων δόξαν ἐπὶ φθιμένῳ.
Search Help
Contact Us