[ ]
Aeol. — Kyme: Çakmakli — 2nd c. BC — Chiron 9 (1979) 73-81
| 1 | γνώμα στραταγῶν· ἐπειδὴ Ἐπίγονος Δαμοκράτευς Ταραντῖνος |
| διατρίβων παρὰ τῷ βασιλεῖ Ἀττάλῳ περί τε τῶν κοινᾷ συμφερόντων | |
| τᾷ πόλει τὰμ παῖσαν σπουδὰν καὶ πρόνοιαν ποιῆται καὶ εἰς τὰ ἴδια | |
| ἑκάστῳ τῶμ πολιτᾶν χρήσιμα πρόθυμον ἑαυτὸν παρέχεται | |
| 5 | ἀκόλουθα πράσσων τᾷ τῶ βασιλέος αἱρέσει καὶ θέλων ἀπόδειξιν |
| ποιῆσθαι τᾶς πρὸς τὸν δᾶμον φιλίας· v δεδόχθαι τῷ δάμῳ | |
| ἐπαινέσαι τε ἐπὶ τούτοισι Ἐπίγονον καὶ στεφανῶσαι χρυσέῳ | |
| στεφάνῳ, τὰν δὲ ἀναγγελ̣ί̣α̣ν ποιήσασθαι τὸν ἀγωνοθέταν | |
| ἐν τοῖς πρώτοις Διονυσίο̣ισι καὶ Ἀτταλείοισι· δεδόσθαι δὲ καὶ | |
| 10 | προξενίαν αὐτῷ καὶ τοῖς ἐκγόνοισι καὶ ἀποδεῖξαι ἄνδρα |
| τὸν ἐπιμελησόμενον, ἵνα τοῦτό τε τὸ ψάφισμα καὶ τὸ ὑπὲρ τᾶς | |
| προξενίας δόγμα καταχωρισθέντα εἰς στάλλαν καθ’ ὅγ κε | |
| θέλῃ τῶμ πινάκων τῶν ἐν τῷ ἱρῷ τᾶς Ἀθάνας ἀνατεθῇ εἰς τὸ | |
| ἱρὸν τᾶς Ἀθάνας· τὸ δὲ εἰς ταῦτα ἐσσόμενον ἀνάλωμα προχρῆσαι | |
| 15 | τοὶς στραταγοίς, κομίσσασθαι δὲ ἐκ πόρω, ὧ κε ὁ δᾶμος ψαφίσσηται· |
| ἀνενεγκάτωσαν δὲ τὸ ψάφισμα τοῦτο καὶ πρὸς Ἐπίγονον οἱ πρῶτ̣[οι] | |
| ἀποσταλησόμενοι πρεσβευταὶ πρὸς τὸμ βασιλέα καὶ παρακαλήτ̣[ωσαν] | |
| αὐτὸν καθότι καὶ νῦν καὶ εἰς τὰ μετὰ ταῦτα διαφυλάσσην τὰν ε̣[ὔνοιαν] | |
| πρὸς τὰμ πόλιν. ἀπεδείχθη Νικίας Ἑρμογένεος· v τᾷ ἐκκ̣[λησίᾳ] | |
| 20 | στραταγὸς ἐπήστακε Ξενότιμος Λυσανία, μη[ννὸς ․․․8․․․․] |
| ἑκκαιδεκάτᾳ, ἐπὶ πρυτάνιος Ἀπολλωνίω̣ [τῶ {²name}² ]. | |
| [ἔδοξ]ε̣ τ̣ῷ δάμῳ· Ἐπιγόνῳ̣ [τῷ Δαμοκράτευς Ταραντίνῳ εὐεργέτᾳ] | |
| [ἐόντι δεδόσθαι καὶ αὐτῷ καὶ ἐκγόνοις προξενίαν καὶ προεδρίαν {²etc.}² ] | |
| — — — |