[ ] Aeol. — Kyme (Namurt Limani) — 1st c. BC? — GVI 1095 — Merk.-Staub. 05/03/03
1            Δαμοδίκα Κρ[άτητος, γυν]ὴ δὲ
           Ἑρμογένου τ[ο]ῦ Ἀσ[κλη]πιάδου
                    χαῖρε.
[οὔ]νομα Δαμοδίκα, πόσις ἀγλαὸς Ἑρμογένης μο[ι]
5    <τί>μιος, ὁ σπείρας δ’ ἐμ βιοτᾷ με Κράτης·
[θ]νάσκω δ’ οὐκ ἀβόα̣τος, ἐπεὶ καὶ παῖδα λέλοιπ[α]
   [κ]α̣ὶ κλέος ἐγ νίκας ἅρματι κυδαλίμ[ας]·
[ἄ]νερα δ’ οὐχ ἰδόμαν ὅτ’ ἀπέπνεον, ἀλλ’ ἐνὶ Ῥώᾳ]
   [πρ]εσβεύων πυμάταν οὐκ ἐνέπλησε χάρι[ν].
Search Help
Contact Us