IK Kyme 45
[ ] Ion./Aeol. — Phokaia or Kyme: Nea Foca — McC. Phok. 3; CIJud 2.738
1 Τάτιον Στράτωνος τοῦ Ἐν-
πέδωνος τὸν οἶκον καὶ τὸν πε-
ρίβολον τοῦ ὑπαίθρου κατασκευ-
άσασα ἐκ τῶ[ν ἰδ]ίων
5 ἐχαρίσατο τ[οῖς Ἰο]υδαίοις·
ἡ συναγωγὴ ἐ[τείμη]σεν τῶν Ἰουδαί-
ων Τάτιον Σ[τράτ]ωνος τοῦ Ἐνπέ-
δωνος χρυσῷ στεφάνῳ
καὶ προεδρίᾳ.
Search Help
Contact Us