[ ]
Aeol. — Kyme (Namurt Limani) — 2 BC-14 AD — SEG 27.791 cf. — IGR 4.1302
| 1 | — — — |
| [— — — — — — — — — — — — — — — — — — — — — δαμ]οσίαι[ς — — —] | |
| [καὶ πρὸς τὰν εἰς αὐτὸ χοραγίαν ταὶς ὑπαρχοί]σ̣α̣ι̣ς αὐτῷ κτή- | |
| [σιας ἐν Ζμαραγήω̣ — — — — — — — — —· ἐπὶ δ]ὴ τούτοισι τῶ δά- | |
| [μω — — — — — — — — — — — — — — — —]ο̣νια πασυδιάσαντος καὶ | |
| 5 | [μεγαλο]π̣ρ̣ε̣πεστά[τ]α̣ι̣ς̣ τειμαὶς δογματίζοντος καὶ ναῦ- |
| [ο]ν̣ ἐν τῷ γυμ<ν>ασίῳ κατείρων προαγρημμένω, ἐν ᾧ ταὶς τει- | |
| μαὶς αὐτῶ κατιδρύσει, κτίσταν τε καὶ εὐεργέταν προσονυ- | |
| μάσδεσθαι εἰκόνας τε χρυσίαις ὀντέθην, καθ’ ἃ τοῖς τὰ μέ- | |
| γιστα τὸν δᾶμον εὐεργετησάντεσσι νόμιμόν ἐστι, με- | |
| 10 | τά γε τὰν ἐξ ἀνθρώπων αὐτῶ μετάστασιν καὶ τὰν ἐν- |
| ταφὰν καὶ θέσιν τῶ σώματος ἐν τῷ γυμνασίῳ γενήθην, | |
| ἀποδεξάμενος ὑπερθύμως τὰν κρίσιν τᾶς πόλιος Λα- | |
| βέων, στοιχεὶς τοῖς προϋπαργμένοισι αὐτῷ καὶ προσμε- | |
| τρεὶς τὰν ἑαυτῶ τύχαν τοῖς ἐφικτοῖσιν ἀνθρώπῳ, τὰν | |
| 15 | μὲν ὑπερβαρέα καὶ θεοῖσι καὶ τοῖς ἰσσοθέοισι ἁρμόζοι- |
| σαν τᾶς τε τῶ ναύω κατειρώσιος τᾶς τε τῶ κτίστα | |
| προσονυμασίας τειμὰν παρῃτήσατο, ἀρκέην νομί- | |
| ζων τὰν κρίσιν τῶ πλάθεος καὶ τὰν εὔνοαν ἐπιτεθε- | |
| ωρήκην, ταῖς δὲ τοῖς ἀγαθοῖσι τῶν ἀνδρῶν πρεπο[ί]- | |
| 20 | σαισ’ ἀσμενιζοίσᾳ χαρᾷ συνεπένευσε τειμαῖσι· ἐφ’ ο[ἷ]- |
| σιν πρεπωδέστατόν ἐστι, τῶν ἐννόμων ἐόντων | |
| χρόνων, τὰν παντελέα τῶν εἰς ἀμοιβὰν ἀνηκόντων | |
| ἐπαίνων τε καὶ τειμίων περὶ τᾶς καλοκἀγαθίας αὐτῶ | |
| μαρτυρίαν ἀπυδεδόσθαι· δι’ ἃ καὶ τύχᾳ ἀγαθᾷ, δεδόχθαι | |
| 25 | τᾷ βολλᾷ καὶ τῷ δάμῳ· ἐπαίνην Λαβέωνα παίσας ἐόντα τει- |
| μᾶς ἄξιον καὶ διὰ τὰν λοιπὰν μὲν περὶ τὸν βίον σεμνότατα | |
| καὶ διὰ τὰν φιλοδοξίαν δὲ καὶ τὰν μεγαλοδάπανον εἰς | |
| τὰν πόλιν διάθεσιν, καὶ ἔχην ἐν τᾷ καλλίστᾳ διαλάμψει τε καὶ | |
| ἀπυδοχᾷ, καὶ κάλην εἰς προεδρίαν καὶ στεφάνων ἐν πάν- | |
| 30 | τεσσι τοῖς ἀγώνεσσιν, οἵς κεν ἁ πόλις συντελέῃ, ἐν τᾷ τᾶν |
| κατευχᾶν ἁμέρᾳ ἐπὶ τᾶν σπονδᾶν κὰτ τάδε· "ὁ δᾶμος στε- | |
| φανοῖ Λεύκιον Οὐάκκιον Λευκίω υἱὸν Αἰμιλία Λαβέωνα φι- | |
| λοκύμαιον, εὐεργέταν, στεφάνῳ χρυσίῳ ἀρετᾶς ἕνεκα | |
| καὶ φιλ{ι}αγαθίας {²⁶φιλαγαθίας}²⁶ τᾶς εἰς ἑαυτόν." ὀντέθην δὲ αὐτῷ καὶ εἰ- | |
| 35 | κόνας, γραπτάν τε ἐν ὅπλῳ ἐνχρύσῳ καὶ χαλκίαν, κὰτ τὰ αὐ- |
| τὰ δὲ καὶ μαρμαρίαν καὶ χρυσίαν, ἐν τῷ γυμνασίῳ, ἐφ’ ἇν ἐπι- | |
| γράφην· "ὁ δᾶμος ἐτείμασεν Λεύκιον Οὐάκκιον Λευκίω | |
| υἱὸν Αἰμιλία Λαβέωνα, φιλοκύμαιον, εὐεργέταν, γυμνασι- | |
| αρχήσαντα καλῶς καὶ μεγαλοδόξως, ὀνθέντα δὲ | |
| 40 | καὶ τὸ βαλανῆον τοῖς νέοισι καὶ πρὸς τὰν εἰς αὐτὸ χοραγί- |
| αν ταὶς ὑπαρχοίσαις αὐτῷ κτήσιας ἐν Ζμαραγήῳ, καὶ ἐ- | |
| πισκεάσαντα τὸ γυμνάσιον καὶ ἕκαστα ἐπιτελέσαντα | |
| λαμπρῶς καὶ μεγαλοψύ̣χως, ἀρετᾶς ἕνεκα καὶ εὐνόας | |
| τᾶς εἰς ἑαυτόν." καὶ ἐπεί κε δὲ τελευτάσῃ, κατενεχθέν- | |
| 45 | τα αὐτὸν ὑπὸ τῶν ἐφάβων καὶ τῶν νέων εἰς τὰν ἀγορὰν |
| στεφανώθην διὰ τῶ τᾶς πόλιος κάρυκος κὰτ τάδε· "ὁ δᾶ- | |
| μος στεφανοῖ Λεύκιον Οὐάκκιον Λευκίω υἱὸν Αἰμιλία Λα- | |
| βέωνα, φιλοκύμαιον, εὐεργέταν, στεφάνῳ χρυσίῳ ἀρε- | |
| τᾶς ἕν<ε>κα καὶ εὐνόας τᾶς εἰς ἑαυτόν." εἰσενέχθην δὲ | |
| 50 | αὐτὸν εἰς τὸ γυμνάσιον ὑπό τε τῶν ἐφάβων καὶ τῶν |
| νέων καὶ ἐντάφην, ἐν ᾧ κεν {ἄν} εὔθετον ἔμμεναι φαίνηται τό- | |
| πῳ. τὸ δὲ ψάφισμα τόδε ἀναγράψαι εἰς στάλαν λίθω λευ- | |
| κῶ καὶ ὀνθέμεναι εἰς τὸ γυμνάσιον πὰρ ταὶς δεδο- | |
| γματισμέναις αὐτῷ τειμαίς· {²vac.}² μηνὸς Φρατρίω δεκάτᾳ | |
| 55 | ἀπιόντος ἐπὶ ἱερέος τᾶς Ῥώμας καὶ Αὐτοκράτορος |
| Καίσαρος θεῶ υἱῶ θεῶ Σεβαστῶ ἀρχιερέος μεγίστω καὶ πα- | |
| τρὸς τᾶς πατρίδος Πολέμωνος τῶ Ζήνωνος Λαοδι- | |
| κέος, πρυτάνιος δὲ Λευκίω Οὐακκίω Λευκίω υἱῶ Αἰμιλί̣- | |
| α Λαβέωνος, φιλοκυμαίω, εὐεργέτα, στεφαναφόρω δὲ | |
| 60 | Στράτωνος τῶ Ἡρακλείδα. |