[ ]
Aeol. — Kyme (Namurt Limani) — aft. 130 BC — EA 2.1983.1-20 (VI-VIII) — SEG 33.1035-1041 (I-VIII) — SEG 43. 871; 56.1356 (cf.)
See also:
| A.front.I (1035) | — — — |
| 0 | [ἐπιγραφὰν ἔχοισαν· "ὁ δᾶμος Ἀρχίππαν τὰν Δικαιογένεος] |
| ἀρετᾶς ἕνεκεν [καὶ εὐ]νοίας τᾶς εἰς ἑαυτ̣όν". παρ̣[στᾶ]σ̣αι δ̣[ὲ αὐ]τᾷ | |
| ἐπὶ τῶ αὐτῶ βάματ̣ος καὶ εἰκόνα χαλκέαν τῶ Δά[μω κ]ολοσσιαίαν | |
| στεφάνοισαν αὐτάν· στᾶσαι δὲ καὶ τῶ πατρὸς αὐτᾶς Δικαιογένεος | |
| τῶ Λακράτεος εἰκόνα χαλκέαν ἐπὶ τῶ αὐτῶ βάματος ἐπιγραφὰν | |
| 5 | ἔχοισαν· "ὁ δᾶμος Δικαιογένην Λακράτεος". στεφανωσάτω δὲ καὶ |
| ὁ ἀγωνοθέτας Ἀρχίππαν τὰν Δικαιογένεος χρυσέῳ στεφάνῳ | |
| ἐν τοῖς πρώτοις Διονυσίοισι τῷ ἀγῶνι τῶν παίδων ἀρετᾶς ἕνε- | |
| κεν καὶ εὐνοίας τᾶς εἰς τὸν δᾶμον· καλῆσθαι δὲ αὐτὰν καὶ εἰς | |
| προεδρίαν· τὰν δὲ ἀναγγελίαν τῶν προγεγραμμένων ποιήσθω | |
| 10 | ὅ τε νῦν ἐὼν ἀγωνοθέτας καὶ οἱ ἑκάστοτε ἐσσόμενοι καθότι καὶ |
| τοῖς ἄλλοις εὐεργέταις· ἐπεὶ δέ κε τελευτάσῃ Ἀρχίππα, ὁ ἐσσό- | |
| μενος κὰτ τὸν καιρὸν πρύτανις στεφανωσάτω αὐτὰν χρυσέῳ | |
| στεφάνῳ ποιήμενος τὰν ἀναγγελίαν καθότι προγέγραπται· | |
| δεδόσθαι δὲ αὐτᾷ καὶ ταφὰν ὅπποι καὶ τοῖς ἄλλοις εὐεργέταις· ἵ- | |
| 15 | να δὲ καὶ τὰν ταχίσταν συντελεσθέοισιν οἵ τε ἀνδριάντες καὶ τὸ |
| βᾶμα, παρακαλέσσαι τὸν κασίγνατον αὐτᾶς Ὀλύμπιον τὸν Δικαι̣- | |
| ογένεος εἰσενέγκαι τὰ χρήματα ἀναπόδοτα καὶ κατασκευάσσαι αὐ- | |
| τὸν τὰ προγεγραμμένα καθότι κεν Ἀρχίππα προαιρῆται· ἔμμε- | |
| ναι δὲ τὸ ψάφισμα τοῦτο ἐπὶ σωτηρίᾳ τᾶς τε πόλιος καὶ τῶν πολι- | |
| 20 | τᾶν· ἐπὶ Μητροφάνου, μηνὸς Τερφείου. |
| left.II (1036).21 | ψήφισμα περὶ θυσιῶν ταῖς φύλαις· |
| ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυ- | |
| λάρχων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίπ- | |
| πη ἡ Δικαιογένου κατακολουθοῦσα τῇ ἑαυ- | |
| 25 | τῆς καλοκἀγαθίᾳ καὶ ᾗ διὰ παντὸς εἰσφέρε- |
| ται πρὸς τὴν πατρίδα εὐνοίᾳ καὶ φιλοδοξί- | |
| ᾳ οὐθένα καιρὸν παραλείπει τῶν πρὸς φι- | |
| λαγαθίαν καὶ ἐκτένειαν ἀνηκόντων, ἐ- | |
| φ’ οἷς καὶ τὴν κατὰ κοινὸν ὑπὸ τοῦ δήμου | |
| 30 | καὶ κατ’ ἰδίαν ὑφ’ ἑκάστου τῶν πολιτῶν ἀ- |
| παντᾶσθαι αὐτῇ συνβαίνει ἀποδοχὴν καὶ | |
| εὐχαριστίαν τετιμημένῃ{ν} ἐπιφανέσι κα[ὶ] | |
| ἐνδόξοις τιμαῖς καὶ ἀξίαις τῆς τε τῶν προ- | |
| γόνων ἀρετῆς καὶ καλοκἀγαθίας καὶ τῆς | |
| 35 | ἰδίας πρὸς τὸν δῆμον ἐκτενείας, δι’ ἃς καὶ τὴν |
| πατρίδα καλλίονα καὶ ἐπιφανεστέραν καθέ- | |
| στακεν, ἐπιγεγραφεῖα τε ἐπὶ τὸ συντετελεσ- | |
| μένον βουλευτήριον κατὰ τὰ προεψηφισμέ- | |
| να προείρηται καὶ τῶν πρὸς φιλανθρωπίαν | |
| 40 | ἀνηκόντων ἐπίδοσιν ποιήσασθαι, καὶ δέ- |
| δωκεν εἰς θυσίαν καὶ εὐωχίαν τῇ τε βουλῇ | |
| τῇ πανδήμῳ στατῆρας πεντήκοντα καὶ | |
| εἰς τὸν παρασταθησόμενον τῇ θυσίᾳ βοῦν | |
| ἀργυρίου ἀττικοῦ δραχμὰς ἑβδομήκον- | |
| 45 | τα καὶ οἴνου παλαιοῦ πρόχους πεντήκοντ[α] |
| καὶ τῶν φυλῶν ἑκάστῃ καὶ τοῖς παροίκοις | |
| τὸ ἴσον πλῆθος, καὶ γλυκιεῖν ἐν τῷ συντετε- | |
| λεσμένῳ ὑφ’ ἑαυτῆς βουλευτηρίῳ τούς | |
| τε πολίτας καὶ τοὺς ἄλλους τοὺς κατοι- | |
| 50 | κοῦντας ἐν τῇ πόλει· δεδόχθαι τῷ δή- |
| μῳ· ἐπαινέσαι Ἀρχίππην καὶ ἐν τούτοις καὶ | |
| ἀποδεδέχθαι μετὰ πάσης εὐνοίας τὴν | |
| προαίρεσιν αὐτῆς καὶ τὴν πρὸς τὴν πατρίδα | |
| ἐκτένειαν καὶ φιλαγαθίαν. ἐδόθη Τερφ[εί]- | |
| 55 | ου δωδεκάτῃ, ἐπὶ Ἀπολλοδώρου τοῦ Διο[․․]- |
| νου. | |
| front.III (1037).57 | ψήφισμα περὶ θυσιῶν ταῖς φ̣ύλαις |
| εἰς ἃ ἔδωκεν Ἀρχίππη, καὶ γλυκισμοῦ· | |
| ἔδοξε τᾷ βολλᾷ, γνώμα στραταγῶν καὶ φυλάρχων καὶ τῶν συνέ- | |
| 60 | δρων· ἐπειδὴ Ἀρχίππα ἁ Δικαιογένεος κατακολουθεῖσα τᾷ ἑαυ- |
| τᾶς καλοκἀγαθίᾳ καὶ ᾇ διὰ παντὸς εἰσφέρεται πρὸς τὰν πάτριν εὐνοί- | |
| ᾳ καὶ φιλοδοξίᾳ οὐθένα καιρὸν παραλείπει τῶν πρὸς φιλαγαθίαν καὶ ἐ- | |
| κτένειαν ἀνηκόντων, ἐφ’ οἷς καὶ τὰν κατὰ κοινὸν ὑπὸ τῶ δάμω καὶ κα- | |
| τ’ ἰδίαν ὑπ’ ἑκάστω τῶν πολιτᾶν ἀπαντᾶσθαι αὐτᾷ συμβαίνει ἀποδο- | |
| 65 | χὰν καὶ εὐχαριστίαν τετιμαμένᾳ{ν} ἐπιφανέεσσι καὶ ἐνδόξοισι τιμαῖς |
| καὶ ἀξίαισι τᾶς τε τῶν προγόνων ἀρετᾶς καὶ καλοκἀγαθίας καὶ τᾶς ἰδίας | |
| πρὸς τὸν δᾶμον ἐκτενείας, δι’ ἃς καὶ τὰν πάτριν καλλίονα καὶ ἐπιφανε- | |
| στέραν καθέστακε, νῦν τε, κατεσκευασμέναν τᾶν εἰκόνων τᾶν ἐψαφ[ισ]- | |
| μέναν ὑπὸ τῶ δάμω, Ἀρχίππας τε στεφανωμένας ὑπὸ τῶ Δάμω κολ[οσ]- | |
| 70 | σιαίᾳ εἰκόνι καὶ τῶ πατρὸς αὐτᾶς Δικαιογένεος, καὶ ἑστακοίσαν πρὸ τῶ |
| βολλευτηρίω τῶ ἀνατεθειμένω ὑπὸ Ἀρχίππας, προαίρηται καὶ τῶν | |
| πρὸς φιλανθρωπίαν ἀνηκόντων ἐπίδοσιν ποιήσασθαι καὶ δέδω- | |
| κεν εἰς θυσίαν καὶ εὐωχίαν τᾷ τε βολλᾷ τᾷ πανδάμῳ στατῆρας πεν- | |
| τήκοντα καὶ τᾶν φυλᾶν ἑκάστᾳ στατῆρας ἑξήκοντα καὶ τοῖς μετοίκοι- | |
| 75 | σι καὶ ἀπελευθέροισι στατῆρας πεντήκοντα καὶ ἐγλύκισεν τοίς τε πο[λί]- |
| ταις καὶ τοὶς ἄλλοις τοὶς κατοικῆντας ἐν τᾷ πόλει· δεδόχθαι τῷ δ[ά]- | |
| μῳ· ἐπαινέσαι Ἀρχίππαν καὶ ἐν τούτοισι καὶ ἀποδεδέχθαι μετὰ παίσ[ας] | |
| εὐνοίας τὰν προαίρεσιν αὐτᾶς καὶ τὰν πρὸς τὰν πάτριν ἐκτένειαν καὶ φ[ιλα]- | |
| γαθίαν· προέθηκαν οἱ στραταγοὶ πάντες, Τερφείου, ἐπὶ Καλλίππου. | |
| left.IV (1038a).80 | ψήφισμα περὶ θυσίας ὑπὲρ Ἀρχίππης· |
| ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυλάρ- | |
| χων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππης τῆς Δι- | |
| καιογένου εἰς ἐπισφαλῆ καὶ ἐπικίνδυνον ἐνπε- | |
| σούσης ἀσθένειαν ἠγωνίασεν ὁ δῆμος διὰ τὸ ἐ- | |
| 85 | κτενῶς διακεῖσθαι πρὸς αὐτήν, ὑπάρχουσαν |
| εὔτακτον καὶ σώφρονα καὶ ἀξίαν τῆς τε ἰδίας | |
| καὶ τῆς τῶν προγόνων καλοκἀγαθίας, καὶ πολ- | |
| λὰς καὶ μεγάλας ἀποδείξεις πεποιῆσθαι τῆς | |
| πρὸς τὴν πατρίδα εὐνοίας τε καὶ φιλαγαθίας, νῦν | |
| 90 | δὲ σὺν τῇ τῶν θεῶν προνοίᾳ ἐν βελτίονι ὑπαρ- |
| χούση<ς> διαθέσει ἡδόμενος μεγάλως ὁ δῆμος ἐπὶ | |
| τῇ σωτηρίᾳ αὐτῆς καλῶς ἔχον ἡγεῖται καὶ οἰκεῖ- | |
| ον τῆς οὔσης αὐτῷ πρὸς Ἀρχίππην εὐνοίας ἐπιτε- | |
| λέσαι τοῖς θεοῖς ἐπὶ τούτοις τὰ πρέποντα χαρισ- | |
| 95 | τήρια, διὸ καὶ ἐπ’ ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δή- |
| μῳ· τοὺς στρατηγοὺς θυσίαν ἐπιτελέσαι τοῖς | |
| θεοῖς ὑπὲρ τῆς Ἀρχίππης σωτηρίας καὶ ὑγιεί- | |
| ας· Διος, ἐπὶ Ἀθηναίου τοῦ Ξένωνος. | |
| front.V (1038b).99 | ψήφισμα περὶ θυσίας ὑπὲρ Ἀρχίππης· |
| 100 | ἔδοξεν τῇ βουλῇ, γνώμη στρατηγῶν καὶ φυλάρχων καὶ τῶν συνέ- |
| δρων· ἐπειδὴ Ἀρχίππης τῆς Δικαιογένου εἰς ἐπισφαλῆ καὶ ἐπικίν- | |
| δυνον ἐνπεσούσης ἀσθένειαν ἠγωνίασεν ὁ δῆμος διὰ τὸ ἐκτενῶς δ[ι]- | |
| ακεῖσθαι πρὸς αὐτὴν ὑπάρχουσαν εὔτακτον καὶ σώφρονα καὶ ἀξίαν | |
| τῆς τε ἰδίας καὶ τῆς τῶν προγόνων καλοκἀγαθίας, καὶ πολλὰς καὶ με- | |
| 105 | γάλας ἀποδείξεις πεποιῆσθαι τῆς πρὸς τὴν πατρίδα εὐνοίας τε κα[ὶ] |
| [φ]ιλαγαθίας, νῦν δὲ σὺν τῇ τῶν θεῶν προνοίᾳ ἐν βελτίονι ὑπαρχούσ[η]<ς> | |
| [δ]ιαθέσει ἡδόμενος μεγάλως <ὁ δῆμος> ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς καλῶς ἔ- | |
| χον ἡγεῖται καὶ οἰκεῖον τῆς οὔσης αὐτῷ πρὸς Ἀρχίππην εὐνοίας [ἐ]- | |
| πιτελέσαι τοῖς θεοῖς ἐπὶ τούτοις τὰ πρέποντα χαριστήρια· διὸ κα[ὶ] | |
| 110 | ἐπ’ ἀγαθῆι τύχηι δεδόχθαι τῷ δήμῳ· τοὺς στρατηγοὺς θυσίαν |
| ἐπιτελέσαι τοῖς θεοῖς ὑπὲρ τῆς Ἀρχίππης σωτηρίας καὶ ὑγιείας. | |
| προέθηκαν οἱ στρατηγοὶ πάντες, Τερφείου πέμπτῃ ἀπιόντος, | |
| ἐπὶ Ἀθηναίου. | |
| B.front.(VI [1039]) | — — — |
| 1 | λ̣․[․․․․]ολλ[․․․․․․․․․․]οι̣γ̣ι̣νου φράτρας Α[— — — οὔσης διώ]- |
| ξ̣εως τοῖς πρ[ογεγραμμέν]οις κατὰ τῶν ἀδικησόντων ἢ καθεξο̣[μένων τι ἐ]- | |
| κ τῶν προγεγραμ[μένω]ν ἢ ἐναντιωθέντων τοῖς διὰ τοῦ ψηφίσμ[ατος δη]- | |
| λουμένοις· προνοηθήτωσαν δὲ οἱ ἐπιστάται περὶ τοῦ ὑπάρχει[ν τὸν βωμὸν(?)] | |
| 5 | μαρμάρινον πρὸ τοῦ ναοῦ ἐν τῷ ἀναθέματι· συνχωρηθῆναι δὲ [ὡς παρακα]- |
| λεῖ Ἀρχίππη ὑπὸ τῶν πολιτῶν ἕνεκεν τοῦ Ἑλικῶνα τὸν ἑαυτῆς οἰ[κονόμον(?)] | |
| τὸν ὄντα πατρὸς Ἀπολλωνίου Ἀντιοχέα ἀπὸ Δάφνης γενέσθαι πο[λίτην ἡμῶν]· | |
| φροντίσαι δὲ καὶ περὶ ἑαυτῆς εἰς τὸ τῶν καθηκουσῶν ἀξιωθῆναι τ[ιμῶν· δο]- | |
| θῆναι δὲ ἑαυτῇ καὶ ἀλειτουργησίαν καθότι παρακαλεῖ προφερομένῃ [τὴν περὶ] | |
| 10 | αὐτὴν περίστασιν· ὁ δὲ δῆμος, συνιδὼν τό τε πλῆθος τῶν δαπα̣[νημά]- |
| των καὶ τὴν ἐξ Ἀρχίππης διὰ παντὸς εὐεργεσίαν, τήν τε ἀρετὴν αὐ̣[τῆς τε] | |
| καὶ τὴν μεγαλομέρειαν ἀποδέχεται, ἐντροπῆς μὲν καὶ ἀποδοχ[ῆς δι]- | |
| ά τε τὴν σωφροσύνην καὶ τὸ γένος ἀξιῶν, ἐπαίνου δὲ διὰ τὴν εἰς [τὴν] | |
| πατρίδα φιλοδοξίαν, τὰ μέγιστα καὶ εἰληφὼς παρ’ αὐτῆς φιλάνθρω̣[πα] | |
| 15 | καὶ τῶν ἐνδοξοτάτων ἠξιωκώς τε καὶ σπεύδων τυχεῖν αὐτὴν τιμ[ῶν], |
| προαιρούμενός τε τὴν καταξίαν τῆς ἀρετῆς αὐτῇ ἀποδοῦναι εὔνοι[αν] | |
| οἴεται δεῖν τιμῆσαι αὐτὴν καὶ εἰκόνι χρυσῇ· ἀγαθῆι τύχηι καὶ ἐπὶ σωτ̣[ηρί]- | |
| ᾳ, δεδόχθαι τῷ δήμῳ Ἀρχίππην μὲν τὴν Δικαιογένου ἐπῃνῆσθαι ἐπί τε τῇ σ[ω]- | |
| φροσύνῃ τῇ ὑπαρχούσῃ περὶ αὐτὴν καὶ εὐταξίᾳ καὶ τῇ πρὸς τὴν πατρίδα αἱρέ- | |
| 20 | σει καὶ ἐπὶ τῷ ἀκόλουθα πράσσουσαν τῇ διὰ προγόνων ὑπαρχούσῃ αὐτῇ κα- |
| λοκἀγαθίᾳ ἐπιδεδωκέναι αὐτὴν καὶ εἰς τὰ προδεδηλωμένα κατατιθεμέ- | |
| νην τὴν ἑαυτῆς φιλοτιμίαν εἰς τὰ κάλλιστα καὶ πρὸς ἐπιφάνειαν καὶ μνή- | |
| μην ἀθάνατον ἀνήκοντα, δι’ ἃ συμβαίνει καὶ τοὺς ἰδίους αὐτῆς τιμᾶσθαι | |
| ἀξίως ἧς ἔσχηκεν Ἀρχίππη πρὸς αὐτοὺς ἐκτενείας καὶ φιλοστοργίας, ἐπι- | |
| 25 | κοσμεῖσθαι δὲ καὶ ἐπιφανεστέραν γίνεσθαι καὶ τὴν πόλιν· ἵνα δὲ καὶ τοῖς ἐπι- |
| γινομένοις ὁ τῆς ἀρετῆς ζῆλος μὴ ἄσημος ὑπάρχῃ, γινώσκωσιν δὲ τὴν τοῦ | |
| δήμου εἰς τοὺς καλοὺς καὶ ἀγαθοὺς εὐχαριστίαν, στεφανῶσαι αὐτὴν | |
| στεφάνῳ χρυσῷ καὶ εἰκόνι χρυσῇ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχουσα | |
| διατελεῖ εἰς τὴν πατρίδα· στῆσαι δὲ τὴν εἰκόνα τὴν χρυσῆν ἐπὶ στυλίδος | |
| 30 | μαρμαρίνης ἐν τῷ περιβόλῳ τοῦ βουλευτηρίου ᾧ ἀνατέθεικεν Ἀρχίππη{ι} ἐπι- |
| γ̣ραφὴν ἔχουσαν· "ὁ δῆμος Ἀρχίππην τὴν Δικαιογένου ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
| νοίας τῆς εἰς ἑαυτόν"· ὁ δὲ ἀγωνοθέτης τῶν Διονυσίων ποιησάσθω ἐν τῷ | |
| π̣ρώτῳ ἀγῶνι τῶν παίδων τοῦ τε στεφάνου καὶ τῆς εἰκόνος τὴν ἀναγγελί- | |
| αν, εἰς δὲ τὸ λοιπὸν ἀεὶ ὑπὸ τοῦ ἐσομένου ἀγωνοθέτου στεφανοῦσθαί τε | |
| 35 | Ἀρχίππην τῷ χρυσῷ στεφάνῳ καὶ καλεῖσθαι αὐτὴν εἰς προεδρίαν ἐν πᾶσιν |
| τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελεῖ· ὁμοίως δὲ καὶ οἱ ἀγωνοθέται τῶν μεγάλων̣ | |
| Σωτηρίων καὶ Ῥωμαίων τήν τε εἰσκήρυξιν καὶ τὴν στεφάνωσ̣ιν ποιείσθωσ[αν], | |
| ἐπὰν ἐπιτελῶσιν τὰς θυσίας ἐν τῷ θεάτρῳ τῇ τρεισκαιδεκάτηι· ἵνα δὲ συν̣- | |
| τελεσθῶσιν ἥ τε εἰκὼν ἡ χρυσῆ καὶ ἡ στυλίς, παρακαλέσαι Ἀρχίππην τὴν Δι- | |
| 40 | καιογένου ἀναδέξασθαι καὶ ταύτην τὴν δαπάνην, καθότι καὶ ἐν τούτοι[ς] |
| φιλαγαθοῦσα συνεπιδέδωκεν· τὰ δὲ κατὰ τὴν ἐπαγγελίαν τοῦ ἀναθέμα̣- | |
| τος καὶ τὰ κατὰ τὰς συνχωρήσεις αὐτῃ καὶ τὰ λοιπὰ τὰ προγεγραμμένα πά[ν]- | |
| τα ἐπιτελεῖσθαι, γινομένης τῆς περὶ ἑκάστων οἰκονομίας καὶ διοικήσεως κ[α]- | |
| θότι ἐν τῷ ψηφίσματι προδιασεσάφηται· δεδόσθαι δὲ ὑπὸ τοῦ δήμου Ἀρ- | |
| 45 | χίππῃ καὶ τὴν ἀλειτουργησίαν καί, ἐπὰν δὲ τελευτήσῃ Ἀρχίππη, στεφα- |
| νωσάτωσαν αὐτὴν ἐπὶ τῆς ἐκφορᾶς οἱ κατὰ τὸν καιρὸν ὄντες στρατηγοὶ στε- | |
| φάνῳ χρυσῷ ἀναγορεύοντες ὅτι "ὁ δῆμος στεφανοῖ Ἀρχίππην τὴν Δικαιογέ- | |
| νου στεφάνῳ χρυσῷ ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς ἑαυτόν"· τὸ δὲ εἰς τὸν | |
| στέφανον ἀνήλωμα δότωσαν οἱ στρατηγοὶ παρὰ τῆς πόλεως· δεδόσθαι δὲ Ἀρ- | |
| 50 | χίππῃ καὶ ταφὴν οὗ καὶ οἱ λοιποὶ οἱ τῆς πόλεως εἰσιν εὐεργέται τεθαμμένοι· συνε- |
| ξενεγκάτω δὲ Ἀρχίππην καὶ ὁ γυμνασίαρχος μετὰ τῶν ἐφήβων· τοὺς δὲ χιλ[ί]- | |
| ους στατῆρας τοῦ χαλκοῦ διαγράψαι Ἀρχίππην ἐν τῷ μηνὶ τῷ Τερφείῳ μετὰ πρύτα- | |
| νιν Ἀθήναιον τοῖς ἐσομένοις ἐπὶ τῆς ἀποδόσεως τῶν δανείων ἀνδράσιν· τοὺς δὲ | |
| διαγραψαμένους καταχρῆσθαι καὶ τούτοις τοῖς διαφόροις μετὰ τῶν λοιπῶν τῶν πι̣- | |
| 55 | π̣τόντων πρὸς αὐτοὺς χρημάτων· τὸν δὲ ταμίαν τὸν ἐπὶ τῆς διοικήσεως τὸν ἐσόμε- |
| ν̣ον ἀν ἕκαστον ἐνιαυτόν, ἐπὰν ἀποδοθῶσιν ὑπὸ Ἀρχίππης οἱ χίλιοι στατῆρες, διαγρά- | |
| φειν ἐπάναγκες ἔν τε τῷ μηνὶ τῷ Θαξίῳ τοῖς στρατηγοῖς χαλκοῦ στατῆρας δέκα | |
| καὶ τῇ βουλῇ, πανδήμῳ χαλκοῦ στατῆρας τεσσαράκοντα καὶ ἐν τῷ μηνὶ δὲ τῷ Τερ- | |
| φείῳ διαγράφειν τοῖς αὐτοῖς τὸ ἴσον πλῆθος τοῦ διαφόρου· τοὺς δὲ διαγραψαμέ- | |
| 60 | νους τὰ διάφορα ἐπιτελεῖν τὰς θυσίας ἐν τῷ βουλευτηρίῳ ἐπὶ τοῦ κατεσκευ̣- |
| ασμένου βωμοῦ ἐν ἑκατέρῳ μηνὶ τῇ δωδεκάτηι καὶ πέμπειν ἀπὸ τῆς θυσίας̣ | |
| Ἀρχίππῃ γέρας ἕως τοῦ ζῆν αὐτήν· τοὺς δὲ ἄνδρας τοὺς ἀποδεικνυμένους | |
| ἐπὶ τῆς ἀποδόσεως τῶν πολιτικῶν δανείων ἀν’ ἕκαστον ἐνιαυτὸν τούτου̣ | |
| πλεῖον διαγράφειν τοῖς διαφόροις τῷ ταμίᾳ τῷ ἐπὶ τῆς διοικ̣ή̣σεως εἰς τὰ κα- | |
| 65 | τὰ τὴν διοίκησιν τῆς πόλεως· ἐὰν δὲ μὴ ἀποδεικνύωνται μηκέτι οἱ ἄνδρες, οἱ̣ |
| χειρισταὶ οἱ γινόμενοι κατ’ ἐνιαυτὸν ἕκαστα ἐπιτελείτωσαν καθότι καὶ τοῖς ἀν- | |
| δράσιν ἐπιτέτακται διὰ τούτου τοῦ ψηφίσματος ἢ ὃς ἂν κατὰ τὸν καιρὸν ἔχ[ῃ] | |
| τὴν ἐξουσίαν· καὶ ἐπὰν δὲ δίδωται τὸ τάλαντον ὑπὸ τοῦ Ἀρχίππης κληρονό- | |
| μου ἐξ οὗ διατέτακται τοκιζομένου τόν τε καταγορασμὸν τῶν σωμάτων γε- | |
| 70 | νέσθαι καὶ τὰ κατὰ τὴν ἐπισκευὴν τοῦ βουλευτηρίου ἐπιτελεῖσθαι, ὁ δῆμος |
| διὰ τῶν ἐσομένων κατὰ τὸν καιρὸν στρατηγῶν καὶ συνέδρων γράψας ψήφισ- | |
| μα κυρωσάτω περί τε τῆς τῶν διαφόρων λήψεως καὶ τοῦ ἐκτοκισμοὺ αὐτῶν | |
| καὶ περὶ ἐπιστάτου τοῦ ἐσομένου κατ’ ἐνιαυτὸν ἐπὶ τε τῆς ἐπισκευῆς τοῦ βου- | |
| λευτηρίου καὶ τοῦ καταγορασμοῦ τῶν σωμάτων καὶ τῆς τροφῆς αὐτῶν καὶ ἀμ- | |
| 75 | φιεσμοῦ καὶ ὀψωνίου· καὶ ἵνα ἐάν τι τῶν καταγορασθησομένων σωμάτων πάθ[ῃ, ὁ] |
| κατὰ τὸν καιρὸν ἐσόμενος ἐπιστάτης ἀγοράσῃ ἄλλο σῶμα, ὥ[σ]τε μὴ ἐλάσσονα ὑ- | |
| πάρχειν διὰ παντὸς τῶν τεσσάρων· ἐπικληρωσάτω δὲ καὶ ὁ ἐσόμενος ἔμμηνο̣[ς] | |
| στρατηγὸς Ἑλικῶνα τὸν Ἀπολλωνίου ἐπὶ τε φυ[λὴ]ν καὶ φράτραν καὶ καθ’ ἃ ἀνα[δι]- | |
| δότω γραφὴν τῷ γραμματεῖ τῶν νομοφυλάκων καὶ εἰς τὸ ἀντιγραφῖον καὶ μ[ε]- | |
| 80 | τεχέτω πάντων ὧν καὶ οἱ ἄλλοι πολῖται· μηδενὶ δὲ ἐξέστω ξύλα κάειν μή[τε] |
| ἐν τῷ ναῷ μήτε ἐν τῷ προνάῳ μηδὲ ἐν ταῖς στοαῖς ταῖς ἀνατιθεμέναις ὑπὸ Ἀρ- | |
| χίππης μηδὲ πίνακας μηδὲ ἄλλο ἀνάθεμα μηθὲν ἔστω ἐκ τῶν δοκῶν κριμνά[σαι]· | |
| εἰ δὲ μή, κωλυέτωσαν τὸν τούτων τι ποιοῦντα ο[ἱ ἱ]ερονόμοι καὶ οἱ ἀγορανόμοι, [ᾧ] | |
| ἂν δύνωνται τρόπῳ, καὶ ζημιούτ̣ωσαν ἕως στα̣[τ]ή̣ρων πέντε, ὄντες ἀνυπόδικ[οι], | |
| 85 | καὶ πραξάτωσαν τὴν ζῃμίαν ᾧ ἂν δύνωνται̣ [τρ]ό̣π̣ῳ καὶ τὰ διάφορα ταῦτα ὑ- |
| πάρχειν εἰς τὴν ἐπισκευὴν τοῦ ἱεροῦ· ἐὰν δὲ μὴ δύνωνται πρᾶξαι, ἀναγραψάτω- | |
| σαν, καὶ μηθὲν ἧσσον ὁ βουλόμενος τὸν τούτ̣ων τ̣[ι] ποιοῦντα κωλυέτω ἀζήμιο[ς]· | |
| ἐὰν δέ τις τῶν ἐν τῷ ψη̣[φί]σματι τούτῳ κατακεχω̣ρ̣ισμένων τι μὴ ποιήσῃ ἢ βλάψῃ | |
| τὴν πόλιν ἢ ἀδικήσῃ ᾡτινιοῦν τ̣ρ̣όπῳ, εἶναι κατὰ τοῦ ἐναντίο̣ν̣ τι ποιήσαντος ἔ[ν]- | |
| 90 | δειξιν κατὰ τὰ περὶ τῶν κατεχόντων τι ἢ ἀδικούντων τὸν δῆμον ἔγγραφα· τὰ δὲ |
| κατὰ τὸ ἀνάθεμα καὶ τὴν τοῦ ταλάντου ἐπαγγελίαν καὶ τὰ λοιπὰ τὰ διὰ τοῦ ψηφ̣[ίσ]- | |
| ματος δηλούμενα ἐπιτελεῖσθαι κυρίων γενομένων Ἀρχίππη καὶ ὁ δῆμος διὰ τ[οῦ] | |
| ψηφίσματος προείρηται· εἶναι δὲ τὸ ψήφισμα τοῦτο ἐπὶ σωτ̣η̣[ρί]ᾳ τῆς τε π̣[όλ]- | |
| εως καὶ τῶν πολιτῶν· προέθηκαν οἱ στρατηγοὶ πάντες· ἐπὶ Ἀθ[ην]αίου, μην[ὸς] | |
| 95 | Τερφείου πέμ[πτη]ι ἀπιόντος. |
| right.(VII [1040]).1 | ἔδοξεν τῇ βουλῇ· γνώμη στρατηγῶν καὶ φ̣[υλάρ]- |
| χων καὶ τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππη ἡ Δι̣κ̣[αι]- | |
| ογένου προαιρεῖται τῆς ὀροφῆς τοῦ βουλευτηρίου | |
| τήν τε ὑπωρυφίαν μετακατασκευάσαι καὶ τὴν | |
| 5 | κεράμωσιν μεταθεῖναι, ἃ καὶ πρὸς τὴν ἀσφάλει- |
| αν καὶ πρὸς τὴν εὐχρηστίαν εὐθετώτερα νενό- | |
| μικεν ὑπάρχειν, περὶ τούτων τε καὶ τῷ πλήθει τῶν | |
| πολιτῶν ἐμπεφανικέναι διὰ τῶν προεστώτων | |
| καὶ συγκρίσεις ἀρχιτεκτόνων γέγοναν μεθ’ ὑπο- | |
| 10 | δειγμάτων τῆς ζητήσεως ἐπιτελουμένης, μεί- |
| ζονός τε δαπάνης ὑπαρχούσης ἀναδέδεκται καὶ ταύ- | |
| την τοῦ τῆς πατρίδος συμφέροντος στοχαζομέ- | |
| νη, ἐπιτελεῖν τε τὰ κατὰ τὴν κατασκευὴν ἑτοίμως | |
| ἔχουσα συγχωρηθῆναι παρακαλεῖ ἑαυτῆι εἰς τὸ πα- | |
| 15 | ραδοθῆνοι τὸν τόπον· δεδόχθαι τῷ δήμῳ Ἀρ- |
| χίππην μὲν ἐπῃνῆσθαι ἐπί τε τῇ καλοκἀγαθίᾳ καὶ | |
| ᾗ διὰ παντὸς εἰσφέρεται σπουδῇ εἰς τὰ τῆς πατρίδος | |
| συμφέροντα τῆς τῶν προγόνων δόξης ἄξια πράσσου- | |
| σα καὶ στοιχοῦσα τῇ κατὰ τὴν ἀρετὴν μεγαλομερείᾳ· | |
| 20 | δσθῆναι δὲ αὐτῇ, πρὸς τὴν προδεδηλωμένην ἐπι- |
| σκευὴν τὸν τόπον ἕνεκεν τοῦ ἔχειν αὐτὴν ἐξουσί- | |
| αν ἕκαστα ἐπιτελεῖν κατὰ τὴν ἰδίαν πίστιν καὶ προ- | |
| αίρεσιν· ἔστω δὲ ἐξουσία αὐτῆι καὶ περὶ τῶν ἀγομέ- | |
| νων λίθων καὶ ξύλων καὶ τῶν λοιπῶν τῶν πρὸς τὴν | |
| 25 | χρείαν τιθέναι εἰς τοὺς δημοσίους τόπους ὑπὸ μη- |
| θενὸς κωλυομένην· συγκεχωρῆσθαι δὲ Ἀρχίππηι καὶ | |
| ἐάν τινα προαίρηται τῶν γεγονότων αὐτῇ ψηφισμά- | |
| των ἐγχαράξαι εἰς τὰ μαρμάρινα τοῦ βουλευτηρίου· | |
| εἶναι δὲ τὸ ψήφισμα τοῦτο κύριον ἐπὶ τῷ τῆς πόλεως | |
| 30 | συμφέροντι· ἐδόθη ἐπὶ Σωπάτρου, μηνὸς Μαιμακτῆρος. |
| (VIII [1041]).1 | ἔδοξεν τῇ βουλῇ· γνώμη στρατηγῶν καὶ φυλάρχων καὶ |
| τῶν συνέδρων· ἐπειδὴ Ἀρχίππη ἡ Δικαιογένου ἐπηγγεί- | |
| λατο τῷ δήμῳ δώσειν ἀπὸ τῶν ἀγρῶν τῶν ὑπαρχόν- | |
| των αὐτῇ ἐγ χώρῳ Ἀχαίῳ τόν τε καλούμενον Χημίω- | |
| 5 | νος καὶ Σκυθείνου καὶ τὸν καλούμενον Ἀριστοδήμου, |
| ὧν καὶ τὴν κυριείαν παρεχώρει τῷ δήμῳ μετὰ τὴν ἑ- | |
| αυτῆς μεταλλαγὴν ἕνεκεν τοῦ κατασκευασθῆναι | |
| ἀναθέματα ἐν τῇ ἀγορᾶι ναόν τ[ε] Ὁμονοίας καὶ βωμὸν | |
| καὶ στοὰς καὶ ἐργαστήρια, στοιχοῦσα δὲ τῇ ὑπαρχού- | |
| 10 | σῃ περὶ ἑαυτὴν φιλοδοξίᾳ βούλεται ἐπιτελεῖσθαι τὰ |
| ἀναθέματα καὶ παραδιδοῖ τῷ δήμῳ ἀπὸ τῶν ἀγρῶν | |
| τῶν ἐπηγγελμένων τὸν καλούμενον Χημίωνος καὶ | |
| Σκυθίνου, ὥστε πραθέντος αὐτοῦ ἐπιτελεῖσθαι τὰ | |
| πρῶτα τῶν ἔργων τῶν κατὰ τὰ ἀναθέματα· δεδό- | |
| 15 | χθαι Ἀρχίππην μὲν τὴν Δικαιογένου ἐπῃνῆσθαι |
| ἐπὶ τῇ κατὰ τὸν βίον σωφροσύνῃ καὶ ἐπὶ τῇ σπουδῇ τῇ | |
| ὑπὲρ τῆς πατρίδος· κυρωθέντος δὲ τοῦ ψηφίσματος τού- | |
| του ἀποδειξάτω ὁ δῆμος ἄνδρας δύο κατὰ μηδὲν ἐπικω- | |
| λυομένους οὓς ἂν καὶ Ἀρχίππη συνκρείνῃ, οἱ δὲ ἀποδει- | |
| 20 | χθέντες τά τε λοιπὰ ἐπιτελέσουσιν τὰ περὶ τῶν ἀναθη- |
| μάτων κατὰ τὸ προκεκυρωμένον ψήφισμα· πωλήσουσιν | |
| δὲ καὶ τὸν ἀγρὸν τὸν Χημίωνος καὶ Σκυθίνου πλὴν τῶν | |
| σπερμάτων καὶ τῆς σταφυλικῆς προσόδου τῶν καθ’ ἔτος, | |
| ἐφ’ ᾧ ὁ ἀγοράσας δώσει τὸ τρίτον μέρος τῆς τιμῆς ἐν ἡ- | |
| 25 | μέραις ἑξήκοντα, τὴν δὲ λοιπῆν τιμὴν ἀποδώσει ἐν ἔτε- |
| σιν τέσσαρσιν ἀποδιδοὺς κατ’ ἐνιαυτὸν τὸ πρὸς μέρος | |
| καὶ τοῦ καταβαλλομένου τόκον δέκατον τοῦ χρόνου | |
| τοῦ τῆς πράσεως· ἔσονται δὲ οἱ αὐτοὶ ἄνδρες καὶ | |
| ἐπιστάται ἐπὶ τῆς τῶν ἀναθημάτων κατασκευῆς | |
| 30 | ἕως τῆς συντελείας αὐτῶν, καὶ ἐπὶ τῆς πράσεως |
| δὲ τοῦ ὑπολειπομένου ἀγροῦ· ἐπὰν μεταλλάξῃ Ἀρ- | |
| χίππη, καὶ τὰ λοιπὰ διοικήσουσιν ἅπαντα οὗτοί τε | |
| καὶ οἱ λοιποὶ πάντες ο[ἷς] τ[ε] προστέτακται περὶ τῆς | |
| τῶν ἀναθημάτων συντελείας κατὰ τὸ προκεκυ- | |
| 35 | ρωμένον περὶ τούτων ψήφισμα· προέθηκαν οἱ στρα- |
| τηγοί· ἐπὶ Σωπάτρου ἀπ̣εδείχθησαν Ζωΐλος | |
| ὁ φύσει Ἑρμαγόρου τοῦ Ζωΐλου φράτρας Ἀρισταρχίδος, | |
| π̣[επ]αιδοπ̣οημ̣έ̣νος δὲ ὑπὸ Ἀλεξάνδρου τοῦ Ζωΐλου | |
| [φράτρα]ς Ἀρισ̣τα̣ρχίδο̣ς, Ἑλικὼν Ἀπολλωνίου. |